Ancient Greek · ~3 min
Chapter 136
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 136
Not analysed yet
p. 99 b4 Ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι. Δείξας, ὅτι ἐπὶ πλέον λεγομένου τοῦ κατηγορουμένου οὐκ ἀδύνατον ἐν συλλογισμῷ διὰ πλειόνων αἰτίων τε καὶ μέσων συνάγεσθαι τὸ αὐτὸ τοῖς διαφόροις κατ' εἶδος ὑπάρχον, ἐπιφέρει ὅτι ἐνδέχεται τοῦ αὐτοῦ αἴτια πλείω εἶναι, ἀλλ' οὐ τοῖς αὐτοῖς τᾷ εἴδει· δι' ἄλλου γὰρ αἰτίου ἡ οὐσία ζῴῳ καὶ δι' ἄλλου λίθῳ. τοῦτο δ' ἐπὶ μὲν τῶν ἐν συλλογισμῷ αιτίων τοῦ συμπεράσματος, ἐφ' ὧν νῦν ποιεῖται τὸν λόγον, οἷόν τε· εἶπε γὰρ ‘ἂν διὰ συμβεβηκότων καὶ σημείων ὁ συλλογισμὸς γένηται'. ἐπὶ δὲ τῶν ἀποδείξεων καὶ τὼν δι' αἰτίου συλλογισμῶν οὐχ οἷόν τε ὂν ἐδείχθη· ἦν γὰρ τὸ τοιοῦτον αἴτιον ὁρισμὸς τοῦ κατηγορουμένου, ὃς καὶ τοῖς κατ' εἴδος διαφέρουσιν ὁ αὐτιος τοῦ τὸ γένος αὐτοῖς ὑπάρχειν· καὶ γὰρ ἵππῳ καὶ ἀνθρώπῳ τὸ ζῷον διὰ τοῦ αἰσθητικοῦ ἀποδεικτικῶς.