Ancient Greek · ~2 min
Chapter 140
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 140
Not analysed yet
p. 99 b15 Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως. Τὸ ἀποδεικτικὸν τῇ ἐπιστήμῃ προσέθηκεν, ἐπεὶ κοινότερον ἐπιστήμη καὶ κατ' ἄλλων κατηγορεῖται. οὐκέτι δὲ τῆς ὁριστικῆς πραγματείας, περὶ ἧς καὶ αὐτῆς ἐν τούτῳ τὸν λόγον πεποίηται, καὶ ἐμνημόνευσεν ἰδίᾳ, ἐπεὶ καὶ αὐτὴ πρὸς τὴν τῶν ἀποδείξεων γένεσίν τε καὶ σύστασιν συντελεῖ. περὶ γὰρ ὁρισμῶν προηγουμένως ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ἡ γὰρ κυριωτάτη ἀπόδειξις ἡ διὰ τοῦ διὰ τί δέδεικται διὰ τοῦ ὁρισμοῦ του κατηγορουμενου ακρου γινομενη.