Ancient Greek · ~6 min
Chapter 139
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 139
Not analysed yet
p. 99 b9 Πότερον δ' αἴτιον τῶν μέσων τὸ πρὸς τὸ καθόλου πρῶτον. Ὅτι ὦν συμπερασμάτων πλείω ἐστὶ τὰ τὰ μέσα, τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν. εἰπὼν γὰρ ἐφ' ὧν πλείω τὰ μέσα, ὅτι καὶ τὰ αἴτια πλείω, ὅσα γὰρ τὰ μέ|σα, ζητεῖ ἑξῆς, ὧν συμπερασμάτων πλείω ἐστὶ τὰ μέσα, πότερον αὐτῶν ἐστι μᾶλλον αἴτιον τὸ πρὸς τὸ καθόλου πρῶτον, τουτέστι τὸν πρῶτον κατηγορούμενον ὅρον, καθ' οὗ ληφθὲν τὸ πρῶτον κατηγορούμενον τὴν πρώτην καθόλου πρότασιν ποιεῖ, ἢ τὸ πρὸς τὸ ἔσχατον καὶ ὑποκείμενον, ὃ ἄτομον εἶπεν, ἤτοι ὡς ἀληθῶς ἂν ἄτομον ἢ εἶδος ἄτομον. τὸ δὲ τοῖς καθ' ἕκαστα λέγοι ἂν ἀντὶ τοῦ ‘τοῦ τὸ πρῶτον καθόλου ὑπάρχειν τοῖς καθ' ἕκαστα'. φησὶ δ' ὅτι τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν, καὶ προστίθησι τὴν αἰτίαν· τοῦ γὰρ τὸ πρωτον λέγων πρῶτον ὃ εἶπεν ἄτομον καὶ ἔσχατον ὑποκείμενον) τοῦ δὴ τοῦτο ὑπὸ τὸν πρῶτον ὅρον καὶ καθόλου εἶναι τὸ προσεχὲς αὐτῷ μέσον αἴτιον. τῷ γὰρ Δ τὸ Γ αἴτιον τοῦ τὸ B αὐτῷ ὑπάρχειν, δι' ὃ καὶ A αὐτῷ ὑπάρχει. διὸ τοῦ μὲν τῷ Δ τὸ Α ὑπάρχειν τὸ Γ αἴτιον· τοῦτο γὰρ αὐτῷ προσεχές· τοῦ δὲ πάλιν τῷ Γ τὸ A ὑπάρχειν τὸ Β· πάλιν γὰρ τῷ Γ τὸ Β προσεχές. τῷ δέ γε Β τὸ A οὐκέτι δι' ἄλλου μέσου, εἰ μεσον εἴη. τοῦτο γὰρ εἶπε διὰ τοῦ τούτῳ δὲ τὸ] αὐτό· εἰ γάρ ἐστιν ὁρισμὸς αὐτοῦ, οὐκέτι ἂν αὐτῷ δι' ἄλλου μέσου ὑπάρχοι.