Ancient Greek · ~4 min
Chapter 149
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 149
Not analysed yet
p. 100 b 5 Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων. Ὅτι οὐ τῇ διὰ ἀποδείξεως γνώσει ἡ αὐτή ἐστιν ἡ τῶν ἀρχῶν γνῶσις, καὶ ὅτι ὁ νοῦς ἐστιν ὁ τὰς ἀρχὰς γινώσκων τῆς ἐπιστήμης, καὶ ὅτι ὄντος τοῦ ἐν ἡμῖν νοῦ διττοῦ, τοῦ μὲν θεωρητικοῦ τοῦ δὲ πρακτικοῦ, καὶ ὄντος τοῦ μὲν πρακτικοῦ περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν τοῦ δὲ θεωρητικοῦ περὶ τὰ ἀίδια καὶ ἀεὶ ὁμοίως ἔχοντα, τοῦ μὲν πρακτικοῦ νοῦ δύναμις ἥ τε δοξαστικὴ καὶ ἡ λογιστική, τοῦ δὲ θεωρητικοῦ ἥ τε νοητικἠ καὶ ἡ ἐπιστημονική· ὧν αἱ μὲν τοῦ πρακτικοῦ οὐκ ἀεὶ ἀληθεύουσιν, αἱ δὲ τοῦ θεωρητικοῦ ἀεί. καὶ ὅτι δόξα ἐστὶν ὑπόληψις ἄνευ ἀποδείξεως, διὸ καὶ ἀβέβαιος, καὶ λογισμὸς δὲ ἀπατᾶται πολλάκις τῷ μηδὲ τὴν ὕλην, περὶ ἣν καὶ] ἔστιν, ἀναδέχεσθαι τὴν ἀκριβῆ γνῶσιν· περὶ γὰρ τὰ ἐνδεχόμενα, περὶ ὧν καὶ τὸ βούλεσθαι. αἱ γὰρ αἰσθήσεις ἄλλως ἀληθεῖς, οὐ κατὰ σύνθεσίν τινα· τοῦτο γὰρ ἴδιον τῆς λογικῆς ψυχῆς.