Ancient Greek · ~2 min
Chapter 150
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 150
Not analysed yet
p. 100 b15 Καὶ ἡ μὲν ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν. Εἰπὼν ἀρχὴν ἐπιστήμης εἶναι τὸν νοῦν, ἔχειν δὲ καὶ ἀρχὰς τῶν ἐπιστητῶν τὰς ἀμέσους προτάσεις, νῦν λέγει ὅτι ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης εἴη ἂν τῆς ἀρχῆς τῶν ἐπιστητῶν γνῶσις, ἡ δὲ πᾶσα ἐπιστήμη παντὸς τοῦ ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὴν ἀρχήν, οὕτως τὸ πᾶν, οὗ ἡ ἀρχή, πρὸς τὸ πᾶν πρᾶγμα, οὗ τῆς ἀρχῆς ἦν ἡ τῆς ἐπιστήμης ἀρχὴ γνωστική τε καὶ θεωρητική.