Ancient Greek · ~2 min
Chapter 15
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 15
Not analysed yet
p. 90a38 Ἀρχὴ δὲ ἔστω τῶν μελλόντων, ἥπερ ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων. Μέλλει γὰρ προελθὼν ζητεῖν εἰ τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς δείκνυται διὰ συλλογισμοῦ. οἰκεῖον δὲ τούτῳ τὸ περὶ οὗ νῦν ἀπορεῖ, ὅ ἐστιν εἰ οἷόν τε τὸ αὐτό τι ἅμα κατὰ τὸ αὐτὸ καὶ δι᾿ ὁρισμοῦ καὶ δι᾿ ἀποδείζεως εἰδέναι, ὡς πᾶν τὸ διὰ τοῦ ἑτέρου αὐτῶν γινωσκόμενον καὶ διὰ τοῦ ἑτέρου γινώσκεσθαι ἅμα |δύνασθαι.