Ancient Greek · ~2 min
Chapter 16
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 16
Not analysed yet
p. 90b1 Ἀπορήσειε γὰρ ἄν τις ἇρ᾿ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό. Τὸ κατὰ τὸ αὐτὸ προσέθηκεν, ὅτι ἔνδοξον περὶ τινος τοῦ αὐτοῦ γνῶσιν ἡμᾶς ἔχειν κατ᾿ ἄλλο μὲν δι᾿ ὁρισμοῦ, κατ᾿ ἄλλο δὲ δι᾿ ἀποδείζεως· τοῦ γὰρ τριγώνου τί μέν ἐστι δι᾿ ὁρισμοῦ γνῶσιν ἔχομεν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, δι᾿ ἀποδείφεως. ἀλλ᾿ οὐ περὶ τούτου ἡ ζήτησις, ἀλλ’ εἰ ἑκάτερον τούτων καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως εστι γινωσκειν.