Ancient Greek · ~2 min
Chapter 21
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 21
Not analysed yet
p. 90b21 Ὥστ᾿ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτον ἐστι τὸ τὴν ἀπόδειξιν ἔχειν, συμβήσεταί τι ἀδύνατον. Ὅτι μὴ οἷόν τε τοῦ αὐτοῦ ἐπιστήμην ἔχειν δι᾿ ἀποδείξεώς τε καὶ ὁρισμοῦ. εἰ γὰρ τοῦ ἀποδεικτοῦ ἐπιστήμη ἡ δι᾿ ἀποδείξεως γνῶσις, εἰ εἴη πᾶν τὸ δι᾿ ὁρισμοῦ γνωστὸν καὶ δι᾿ ἀποδείξεως, ἀποδεικτὸν μὲν ἂν εἴη· ἐνδέχοιτο δ᾿ ἂν αὐτὸ καὶ χωρὶς ἀποδείξεως εἰδέναι ἔχοντα αὐτοῦ τὸν ὁρισμόν, ἐπειδὴ καὶ ἡ δι᾿ ῥισμοῦ γνῶσις ἐπιστημονική. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι· οἱ δὲ ὁρισμοὶ ἀρχαὶ τῶν ἀποδείξεων.