Ancient Greek · ~2 min
Chapter 22
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 22
Not analysed yet
p. 90b38 Ἔτι ἕτερον τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστι δεῖξαι. ὁ μὲν οὖν ὁρισμὸς τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἢ ἔστι τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστι. Πρῶτον ἔδειξεν ὅτι ἑτέρων ἐστὶν ἥ τε ἀπόδειξις καὶ ἡ δι᾿ ὁρισμοῦ γνῶσις. νῦν δ[ε προσαποδείκνυσιν ὅτι καὶ ἕτεραι, ἀποδεικνὺς ὅτι μηδ᾿ ὅλως ἐστὶν ἀποδεικτικὴ ἡ ὁριστική· ἐδύνατο γὰρ ὅσον ἐπὶ τοῖς πρώτοις κειμένοις ἑτέρων μὲν εἶναι, ἀποδεικτικὴ μέντοι καὶ αὐτὴ εἶναι.