Ancient Greek · ~4 min
Chapter 38
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 38
Not analysed yet
p. 92 a 34 Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί εστιv; Οτι οὐχ οἶόν τέ ἐστι τὸν ὁρισμὸν δεῖξαι, οὔτε δι’ ἀποδείξεως καὶ σμλλογισμοῦ οὔτε δι’ ἐπαγωγῆς οὔτε δι’ αἰσθήσεως. ὁ μὲν γὰρ ἀποδεικνύς τι καὶ συλλογιζόμενος ἐξ ὀμεολογουμένων τινῶν δῆλον ποιεὶ τὸ δι’ αὐτῶν ἐξ ἀνάγκης δεικνύμενον· ὁ δὲ ὁριζόμενος οὐ λαβών τινα δι’ αὐτῶν δείκνυσιν ἐξ ἀνάγκης Ι ὄντα τὸν δεικνύμενον ὁρισμόν. καὶ ἔτι δέδεικται ὅτι οὐκ ἔστιν ὀρισμοῦ ἀπόδειξις. ἀλλ’ οὐδὲ διἱ ἐπαγωγ[γς. ἡ γὰρ ἐπαγω\γὴ διὰ τῶν καθ’ ἕκαστα φανερῶν ὄντων τὸ κιαθόλου πιστοῦται· ὁ δὲ ὁριζόμενος οὐχ οὕτως δείκνυσιν ὁρισμόν. καὶ 6 μὲν ἐπαγωγῇ χρώμενος δείκνυσι τὸ ὅτι ἔστιν ἢ ὅτι οὐκ ἔΜ ἐκ τῶν ληφθέντων· ὁ δὲ ὁριζόμενος οὐχ ὅτι ἐστιν ἢ οὐκ ἔστιν ἀλλὰ τί ἔστι προτίθεται δεῖζαι. ὅτι δὲ μηδὲ δι’ αἰσθήσεως ἔστι δεῖξαι ὁρισμόν, πρόδηλον· οὐδὲ γὰρ αἰσθητὸν ὅλως οὕτε ὁ ὁρισμὸς οὔτε τὸ ριστόν, εἵ γε καθόλου, ὡς δείξει ἅμα τῷ δαιτύλῳ εἰπεῖν ‘τοῦτό ἐστιν ὀρισμός’, ὡς ‘τοῦτό ἐστι γλυκύ’ ἤ τι ἄλλο τῶν αἰσθητῶν.