Ancient Greek · ~3 min
Chapter 39
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 39
Not analysed yet
p. 92 b 4 Ἕτι πῶς δείξει τὸ τί ἐστιν; ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθ\ρωπος ἢ ἄλλο ὁτιοῦν εἰδέναι. καθόλου ἐπαπορεῖ πῶς ὅλως ἔστι τὸ τί ἐστι δεῖξαι. εἰ γὰρ δεῖ μὲv τὴν τοῦ τί ἐστι δεῖξ τῇ τοῦ ὅτι ἔστι συμπεπλέχθαι, ταῦτα δὲ ἕτερα ἀλλήλων, οὔτε δ’ ἡ ὁριστικὴ οὔτε ἡ ἀποδεικτικὴ μία πλειόνων ἐστίν, οὐκ ἅν εἴη τὸ τί ἐστι καὶ τὸν ὀρισμὸν δεῖξαι. ταῦτα δ’ ἐδήλωσεν εἰπὼν ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἕστι, τῶς τῷ αὐτῷ λόγῳ δείξει; εἰπὼν γὰρ ἄμφω δεῖν γνωρίζεσθαι μετὰ ταῦτα ζητεῖλ, πῶς δι’ ἑνὸς λόγου ἀμφότερα δειχθείη διαξέροντα.