Ancient Greek · ~6 min
Chapter 61
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 61
Not analysed yet
p. 94 a3 Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή. Ὁ μὲν διὰ τί λέγων τὴν αἰτίαν λέγει τοῦ συμπεράσματος· οὕτω ὁ· ἀπόδειξις γίνετι. ὁ δὲ λέγων τί ἐστι βροντή, συνάψας ὡς ἕνα λόγον, λέγει τὸ συμπέρασμα μετὰ τῆς αἰτίας. τοῦτο γὰρ αἴτιον τοῦ μὴ ἀπόδειξιν ἁπλῶς εἶναι· τῇ γὰρ θέσει διαφέρει τῆς ἀποδείξεως. τὸν γὰρ αὐτὸν λόγον ἄλλως μὲν ὁριζόμενοι λέγομεν, ἄλλως δ' ἀποδεικνύντες. ἀποδεικνύντες γὰρ ‘βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν νέφει, ἡ ἀπόσβεσις πυρὸς ἐν νέφει ψόφος ἐστὶν ἐν νέφει, βροντὴ ἄρα ἐστὶ ψόφος ἐν νέφει' ἢ συνείροντες οὕτως ‘βροντή ἐστι διὰ ἀπόσβεσιν πυρὸς ἐν νέφει ψόφος', ὁριζόμενοι δὲ λέγομεν βροντὴν εἶναι ψόφον ἐν νέφει διὰ πυρὸς ἀπόσβεσιν, ταύτὰ μὲν λέγοντες δι' ἀμφοτέρων τῶν λόγων, οὐ μὴν ὁμοίως, ἀλλ' ἐν μὲν τῷ ὁρισμῷ τὴν αἰτίαν καὶ τὸν μέσον ὅρον ὕστερον τιθέντες, ἐν δὲ τῇ ἀποδείξει μέσον τε καὶ πρὸ τοῦ συμπεράσματος. ἀπόδειξιν δὲ συνεχῆ ἔφη, ἢ ὅτι ἐν πρώτῳ σχήματι· τὰ γὰρ ἐν τούτῳ συνεχῆ τὴν τάξιν καὶ τὴν ἀκολουθίαν λαμβάνει τῷ τὸν μέσον μὴ ἔξω τῶν ἄκρων ἀλλὰ μεταξὺ κεῖσθαι. ἢ συνεχῆ, ὅτι μὴ διῃρημένη εἰς προτάσεις ἀλλ' ὑφ' ἓν ἐξενηνεγμένη· ὁ γὰρ λέγων λόγος ‘διὰ τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τοῖς νέφεσιν ὁ ἐγγινόμενος ἐν αὐτοῖς ψόφος βροντή ἐστιν' οὐκ ἔχει διῃρημένον τὸν λόγον εἰς τὰς προτάσεις οὐδὲ δὶς τὸν μέσον λαμβανόμενον, ἀλλὰ συνεχεῖς εἴρηκε τοὺς ὅρους.