Ancient Greek · ~5 min
Chapter 62
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 62
Not analysed yet
p. 94 a13 Τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα. Πῶς μὲν ἔστι τοῦ τί ἐστιν ἀπόδειξις, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔστι δ' οὕτως ὥστε ἀπόδειξιν αὐτοῦ εἶναι. ἣ ὅτι ὅτι τοῦ μὲν ὡς συμπεράσματος ὁρισμοῦ ἔστιν, τοῦ δ' ὡς2 ἀποδείξεως οὐκ ἔστι. Καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστιν ἀπόδειξις. τῶν μὲν γὰρ ἀπὸ τῆς αἰτίας λαμβανομένων, οἳ τῆς ἀποδείξεως διαφέρουσι θέσει, καὶ τῶν ἀναποδείκτων θέσεων, οἷοί εἰσιν οἱ τῶν ἀμέσων ὁρισμοί, οὐχ οἷόν τε ἀπόδειξιν εἶναι, οὐδὲ τῶν κατὰ τὸ εἶδος καὶ τὴ αἰτίαν· τῶν δ' ὡς συμπερασμάτων ὄντων ὁρισμῶν ἔστιν ἀπόδειξις. Ἔτι δ' ὁρισμὸς ποσαχῶς λέγεται, ὅτι τετραχῶς. Καὶ πῶς τὸ τί ἐστι δείκνυσι ἰαὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενος δείκνυσιν, ὡς δὲ δι' ἀποδείξεως δεικνύμενος οὐ δείκνυσι. καὶ τίνων ἔστι καὶ τίνων οὔ, ὅτι τῶν μὲν ἁπλῶν ἔστι, τῶν δὲ συνθέτων οὐκ ἔστιν· ὁ γὰρ ὁρισμὸς λόγος ἓν καθ' ἑνὸς δηλῶν. ἢ ὅτι οὐκ ἔστι μὲν τῶν ἀναποδείκτων θέσεων, τῶν δ' ἄλλων ἔστιν. Ἔτι δὲ πρὸς ἀπόδειξιν πῶς ἔχει, ἔχει, ὅτι θέσει διαφέρει τῆς ἀποδείξεως, καὶ ὅτι ὃ μὲν δείκνυται δι' ἀποδείξεως, οὐκέτι δι' ὁρισμοῦ, καὶ ἔμπαλιν, καὶ ὅτι ὁρισμὸς ἀποδείξει ταὐτὸν τῇ θέσει διαφέρων.