Ancient Greek · ~9 min
Chapter 66
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 66
Not analysed yet
p. 94b8 Ὅσων δ᾿ αἴτιον τὸ ἕνεκά τινος, οἷον διὰ τί περιπατεῖ; καὶ τὰ ἑφῆς. Ὄντος τοῦ συλλογισμοῦ τοιούτου, μετὰ ταῦτα δείκνυσι πῶς τὸ ὑγιαίνειν. ὅπερ τέλος καὶ οὗ ἕνεκα τῷ δεῖν ἀπὸ δείπνου περιπατεῖν, μέσος ὅρος ἐλήφθη. δοκεῖ γὰρ ἐπὶ τοῦ προκειμένου συλλογισμοῦ τοῦτο μὲν κατηγορεῖσθαι, τὸ δὲ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας μέσος ὅρος εἰλῆφθαι. δεικνὺς δὴ τοῦτο λέγει τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν, τὸ οὗ ἕνεκα; ὅ ἴσον ἐστὶ τῷ ῾τί οὗν αἴτιον ὡς τέλος τε καὶ οὗ ἕνεκα τῷ Γ, τῷ ἀπὸ δείπνου περιπατεῖν, δι᾿ ὃ καὶ τὸ A ὑπάρχει αὐτῷ; ᾿. τὸ δὴ Β, φησίν, ὅπερ ἧν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς κοιλίας, ὅ ἐστιν ὡς λόγος καὶ ὁρισμὸς τῆς ὑγείας εἰλημμένος. τοῦ γὰρ τὸ B τοῦ A ὥσπερ ὁρισμὸν καὶ λόγον εἶναι δεικτικὸν παρέθετο εἰπὼν τὸ γὰρ A οὕτως ἀποδοθήσεται· ὑγιαίνειν γάρ ἐστι τὸ μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας. ὁ ἄρα τοῦ αἰτίου τοῦ οὗ ἕνεκα ὅρος μέσος τεθεὶς ἔδειξε τὸ διὰ τί. εἰπὼν δὲ τοῦτο δ' ἐστὶν ὥσπερ ἐκείνου λόγος, τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία (οὐ γὰρ οὗτος ἁπλῶς ὑγείας ὁρισμός), ὅτι ὡς ὁρισμὸν ὄντα τῆς ὑγείας λαμβάνει ὁ δι' αὐτοῦ δεικνύς, ἐδήλωσεν εἰπὼν τὸ γὰρ A οὕτως ἀποδοθήσεται· Ι τὸ γὰρ ὑγιαίνειν οὕτως ἀποδώσει ὁ διὰ τούτου δεικνὺς ὑγείας χάριν γίνεσθαι τὸν ἀπὸ δείπνου περίπατον. οὐκοῦν εἰ τῆς μὲν ὑγείας, ὅ ἐστιν οὗ ἕνεκα, λόγος καὶ ὁρισμός ἐστι τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, διὰ δὲ τὸ μὴ δεῖν ἐπιπολάζειν τὰ σιτία τὸ ἀπὸ δείπνου περιπατεῖν, δι' αἰτίου τοῦ οὗ ἕνεκα μέσου τεθέντος εἴη ἂν ὁ συλλογισμὸς γεγονὼς τοῦ ἀπὸ δείπονυ δεῖν περιπατεῖν οὐδὲν γὰρ διαφέρει ἢ αὐτό τι ἢ τὸν ὁρισμὸν αὐτοῦ ληφθῆναι), ὡς εἶναι τὸν συλλογισμόν· τῷ ἀπὸ δείπνου περιπατεῖν ἕπεται τὸ μὴ ἐπιπολάζειν τὰ σιτία τῶ στόματι τῆς κοιλίας ἴσον ὂν τῷ ὑγιαίνειν· τὸ δ' ὑγιαίνειν καὶ μὴ ἐπιπολάζοντα ἔχειν τὰ σιτία προσῆκον καὶ δέον· τὸ ἀπὸ δείπνου ἄρα περιπατεῖν προσῆκον. ἢ οὕτως· δεῖ ὑγιαίνειν, τουτέστι μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας· τοῦτο δὲ γίνεται διὰ τοῦ μετὰ δεῖπνον περιπάτου· δεῖ ἄρα μετὰ δεῖπνον περιπατεῖν.