Ancient Greek · ~5 min
Chapter 67
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 67
Not analysed yet
p. 94 b18 Τί οὖν αιτιον τῷ Γ τοῦ τὸ A ὑπάρχειν; καὶ τὰ ἑξῆς. Δαβὼν τὸν δοκοῦντα τῆς ὑγείας ὁρισμόν, <ὃν> εἴληφε μέσον ὅρον, διὰ τούτου δείξας μέσον ὅρον ἐν τῇ ἀποδείξει γινόμενον τὸ οὗ ἕνεκα αἴτιον, ὅτι μηδὲν διαφέρει τὸν ὁρισμὸν ἢ οὗ ὁ ὁρισμός ἐστι λαβεῖν μέσον, ἐνεδείξατο εἰπὼν δεῖ δὲ μεταλαμβάνειν τοὺςλόγους· ἐν γὰρ τῇ μεταλήψει τῶν ὀνομάτων εἰς τοὺς λόγους φανερώτερα γίνεται τὰ λεγόμενα. ἐπὶ γοῦν τοῦ προκειμένου τὸ μὲν τὸν ἀπὸ δείπνου περίπατον ὑγείας χάριν γίνεσθαι οὔτε γνώριμον τῷ μὴ δῆλον εἶναι πῶς ἐστιν αἴτιον ὑγείας· ἀντὶ δὲ τῆς ὑγείας μεταληφθέντος τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία τᾷ στόματι τῆς κοιλίας γνώριμον τὸ τὸν περίπατον τούτου χάριν γίνεσθαι· ὃ εἰ ἔστι τοῦ ὑγιαίνειν λόγος, ἅμα ἂν εἴη γνώριμον γινόμενον καὶ ὅτι ὁ ἀπὸ δείπνου περίπατος ὑγείας ἕνεκα γίνεται. τὸ οὖν δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους εἶπε δεικνὺς ἡμῖν ὅτι οὕτως ἂν ἀποδεικνύοιμεν καὶ γνώριμον τὸ λεγόμενον ποιοῖμεν, εἰ τὸν ὁρισμὸν λαβόντες τοῦ οὗ ἕνεκα δι' ἐκείνου δεικνύοιμεν αὐτό. ὁ δὲ τοῦ οὗ ἕνεκα ὁρισμὸς οὐδὲν ἄλλο ἢ τὸ οὗ ἕνεκέν ἐστιν· ὥστε, ὅταν οὗτος ᾖ μέσος, τὸ οὗ ἕνεκεν αἴτιον μέσον λαμβάνεται.