Ancient Greek · ~3 min
Chapter 75
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 75
Not analysed yet
p. 95 a5 Τὰ δὲ καὶ ἀπὸ τυχης, οἷον ὑγίεια καὶ σωτηρία. Εἰπὼν τὰ μὲν ἀπὸ διανοίας γινόμενα μὴ γίνεσθαι ἀπὸ τύχης τὰ δὲ γίνεσθαι, τίνα ἐστὶ καθόλου, ἐν οἷς τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι, λέγει. τῶν γὰρ κατὰ τέχνην γινομένων ὅσα ἐνδέχεται καὶ οὕτως καὶ οὕτως γίνεσθαι, τουτέστι καὶ κατὰ τὴν βούλησιν τοῦ τεχνίτου καὶ παρὰ ταύτην, ἐν τούτοις τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι. εἰσὶ τοιαῦται τῶν τεχνῶν αἱ στοχαστικαί· αὗται γὰρ περὶ τοιαῦτα καταγίνονται ὡς ἐνδέχεσθαί ποτε καὶ τὸ ἀντικείμενον ἀποβῆναι, διὰ τὸ μὴ εἶναι ὡρισμέωα καὶ πρόδηλα οἷς τε χρῶνται καὶ μὴ. περὶ δὲ τὰ οὕτως ἐνδεχόμενα καὶ μὴ οὕτως καὶ ἡ τύχη ἐστίν, ὅταν μὴ κατὰ βούλησιν τοῦ τεχνίτου γένηται, καὶ] ὅτι τὸ ἕνεκά του ἢ φυσει η τεχνῃ, ού μὴν από τυχης.