Ancient Greek · ~2 min
Chapter 76
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 76
Not analysed yet
p. 95 a6 Μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως. ’Ev γὰρ τοῖς ἐνδεχομένοις καὶ οὕτως καὶ μὴ οὕτως, οὐ τοῖς ἀπὸ τύχης γινομένοις ἀλλ᾿ ὅσα ἐνδεχόμενά ἐστι γινόμενα κατὰ τέχνην, ἐν τούτοις ἐνδέχεται ταὐτὰ καὶ ἀπὸ διανοίας καὶ κατὰ τέχνην καὶ ἀπὸ τύχης γίνεσθαι, σθαι, ὅταν γὰρ τῷ γινομένῳ κατὰ τέχνην ἄλλο τι ἀπαντήσῃ παρὰ τὸ οὗ χάριν ἐγίνετο. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὴ ἀπὸ τὐ χης γένηται τὸ γενόμενον, τότε ἕνεκά του καὶ ἀπὸ διανοίας γίνεται.