Ancient Greek · ~2 min
Chapter 78
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 78
Not analysed yet
p. 95 a22 Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται. Ἀνάγκη πάντα τὰ αἴτια καὶ τὰ αἰτιατὰ συνυπάρχειν ἀλλήλοις, ἐὰν τὰ κατ’ ἐνέργειαν ὄντα αἴτια λαμβάνηται· ταῦτα γὰρ καὶ κυρίως αιτια καὶ συνυπάρχοντα ἐξ ἀνάγκης τοῖς ὁμοίως λαμβανομένοις αἰτιατοῖς. αἴτια γὰρ τὰ μὲν δυνάμει ἐστὶ τὰ δ' ἐνεργείᾳ τὰ δὲ τῷ πεποιηκέναι· ὡς δ' ἔχει τὰ αἴτια, οὕτως ἔχει καὶ τὰ αἰτιατά.