Ancient Greek · ~7 min
Chapter 77
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 77
Not analysed yet
p. 95a10 Τὸ δὲ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γςεγε- νημένοις. Τὸ αὐτό, φησίν, αἴτιον εἶναι δεῖ τῷ εἴδει (τοῦτο γὰρ ἐνδεῖ τῇ λέξει) τοῖς γινομένοις τοῦ γίνεσθαι καὶ τοῖς γεγονόσι τοῦ γεγονέναι καὶ τοῖς ἐσομένοις τοῦ ἔσεσθαι καὶ τοῖς οὗσι τοῦ εἶναι, ἀλλὰ τοῖς μὲν γινομένοις γινόμενον τὸ αὐτό, τοῖς δὲ γεγονόσι γεγονός, τοῖς δὲ ἐσομένοις ἐσόμενον, ὥσπερ τοῖς οὖσιν ὄν. τὸ δ᾿ ὥσπερ καὶ τοῖς οὖσιν οὐκ ἀργῶς πρόσκειται· ὃ γὰρ τοῖς οὖσι, τοῦτο κἀκείνοις ὁμοίως κατὰ τὸν χρόνον ἀκολουθεῖ. εἰπὼν δὲ τὸ αὐτὸ αἴτιον εἶναι, πῶς τὸ αὐτό, ὅτι οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει, ἐδήλωσεν εἰπὼν πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς δ᾿ ἐσομένοις ἐσόμενον· ἰσοχρονεῖ γὰρ τὸ αἴτιον τῷ αἰτιατῷ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ κατ᾿ ἀριθμὸν ἅμα τε εἶναι καὶ ἔσεσθαι. εἰκότως δὲ συνδιαιρεῖται κατὰ τοὺς χρόνους τὰ κυρίως αἴτια τοῖς αἰτιατοῖς· ἄμα γὰρ τῇ φύσει ὡς πρός τι, ὥστ᾿ ἀδύνατον ὄντος τοῦ αἰτίου μὴ καὶ τὸ αἰτιατὸν εἶναι. ἢ εἰ αἴτιον λαμβάνοιτο καὶ [μὴ] οὗ ἐστιν αἴτιον ἐπὶ τῶν μὴ ἅμα, σώξοιτ᾿ ἄν τό τε μηδὲν ἀναιτίως γίνεσθαι καὶ τὸ μὴ πάντα ἐξ ἀνάγκης, ὃ ἔθεντό τινες ὡς ἑπόμενον τῷ μηδὲν ἀναιτίως γίνεσθαι, κάτωθεν καὶ ἀπὸ τῶν ὑστέρων τὴν ἀνάγκης ἀκολουθίαν ἡμῶν λαμβανόντων. ἣν καὶ ἐν τοῖς φυσικοῖς μὲν ἔδειξεν εἰπὼν ἐν τῷ γίνεσθαι ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον εἶναι· εἰ γὰρ τὸ ὕστερον, ἐξ ἀνόγκης τὸ πρότερον. καὶ νῦν δὲ τὸ αὐτὸ λέγει, ὅτι ἐκ τῶν ὑστέρων ἀρχόμενον σώζεἐσόμενον· τὸ τῶν μὲν γεγονότων γεγονὸς καὶ τὸ αἴτιον εἶτιον εἶναι, τῶν δ᾿ ἐσομένων ἐσόμενον· οὐκέτι μέντοι, εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον, ὅτι μὴ πάντως ὄντι τῷ πρώτῳ ἕπεται τὸ καὶ αἰτίῳ εἷναι.