Ancient Greek · ~2 min
Chapter 80
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 80
Not analysed yet
p. 95 a26 Τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον. Ἀντὶ τοῦ ‘τοῦ ὕστερον γεγονότος πρὸ αὐτοῦ γεγονός', ὡς ἄμφω ἐπὶ τῶν γεγονότων εἶναι, οὐ μὴν καὶ ἅμα, ὥσπερ τὸ δεύτερον ἄμφω ἐπὶ τῶν ἐσομένων καὶ τὸ τρίτον ἄμφω ἐπὶ τῶν γινομένων· τοιοῦτον γὰρ λαὶ τοῦ γίνεσθαι δ', εἴ τι ἔμπροσθεν ἐγένετο· γράφεται δὲ καὶ τοῦ γίνεσθαι τὸ τοῦτο γεγονέναι. διὰ γὰρ τούτων εἴληφε ποτὲ μὲν ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀμφότερα, τό τε αἴτιον καὶ τὸ αἰτιατόν, ποτὲ δ' ἐπὶ τοῦ μέλλοντος. σώζεται δ' ἐπὶ τούτων ἡ ἀκολουθία, ἐὰν ἀπὸ τῶν ὑστέρων γένηται καὶ τῶν αἰτιατῶν.