Ancient Greek · ~6 min
Chapter 81
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 81
Not analysed yet
p. 95 a28 Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα καὶ τὰ ἑξῆς. Ὅτι ἐπὶ τῶν γεγονότων οὐκ ἀναγκαία ἡ ἀπὸ τοῦ πρώτου γεγονότος ἀρχὴ τῆς ἀκολουθάς ἐπὶ τὸ μετ' αὐτὸ καὶ δι' αὐτὸ γεγονὸς ὡς εἶναι, ὥσπερ ἐπὶ τοῦ αἰτίου ἀληθὲς τὸ γεγονέναι, οὕτως καὶ ἐπὶ τοῦ αἰτιατοῦ πάντως ἀληθὲς τὸ καὶ αὐτὸ γεγονέναι, οὔτε ἐὰν ὁρίσαντες τὸν χρόνον λέγωμεν οὔτε ἐὰν ἀορίστως· ἐνδέχεται γὰρ τοῦ πρώτου γεγονότος, οἷον τοῦ θεμελίου, τὴν οἰκίαν μηδέπω γεγονέναι. οὕτω δ' οὐκ ἀκολουθήσει τῷ αἰτίῳ τὸ αἰτιατόν, εἴ γέ ἐστιν οὐκ ἀληθὲς τὸ εἰ γέγονε τὸ αἴτιον, γεγονέναι καὶ τὸ αἰτιατόν. ἐν γὰρ τῷ μεταξὴ χρόνῳ, ἐν ᾧ τὸ μὲν ἕτερον γέγονεν, οἷον ὁ θεμέλιος, τὸ δὲ ἕτερον οὔ, ὡς ἡ οἰκία, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι, ἐπεὶ θεμέλιςο γεγονε, καὶ οἰκία γέγονεν· τὸ γὰρ γεγονέωαι λεγόμενον τὸ μήπω γεγονὸς οὐκ ἀληθές. ὥστε <οὐ> συγχρονήσει τῷ αἰτιατῷ τὸ αἴτιον οὕτω λαμβανομένης τῆς ἀκολουθίας. δεῖ δὲ τὸ ὥστ' ἐπεὶ τοῦτ' ἀληθὲς τοῖς πρὸ αὐτοῦ συνάπτειν ἔτι· οὔτε Τὰρ ἀοριστου οὔτε ὁρισθέντος ἔσται χρόνου ὃ ἐδήλωσε διὰ τούτου. ὡς δ' ἐπὶ τῶν γεγονότων ψευδὴς ἡ ἀκολουθία, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων· οὐ γὰρ ἀληθὲς ἐπὶ τῶν ἐσομένων ἔσται ἀεὶ ὅτι, εἰ τὸ πρῶτον, ἔσται καὶ τὸ μετ' αὐτό, οὐδ' ἐπεὶ τόδε γέγονε, τόδε ἔσται. καὶ λέγει τούτου τὸ αἴτιον, ὃ καὶ τῶν φθασάντων ἐστὶν αἴτιον, ὅτι τὸ μέσον δεῖ, τουτέστι τὸ αἴτιον τὸ χυρίως αἴτιον τοιοῦτον ᾧ πάντως τὸ αἰτιατὸν συνθπάρχει ὁμόγονον εἶναι τῷ αἰτιατῷ, τουτέστι τοῦ αὐτοῦ χρόνου καὶ συνθπάρχειν λαὶ ὁμοῦ γίνεσθαι.