Ancient Greek · ~5 min
Chapter 87
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 87
Not analysed yet
p. 95 b38 Ἐπεὶ δὲ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν ουσαν. Εἰπὼν τίνα μὲν τάξιν ἔχει τὸ αἴτιον ἐν τοῖς κυρίως αἰτίοις, ὃ καὶ ὁμόγονα εἶπε, τίνα δ' ἐν τοῖς ἐφεξῆς γινομένοις, καὶ δείξας ἐπιμαρτυρούενα τὰ δεδειγμένα καὶ ἐπὶ τῶν ἔργων, ἐπεὶ καὶ τῶν ἔργων λαὶ τῶν γινομένων ἐστί τινα <ἃ> καὶ ἀντιστρέφει ὡς μὴ μόνον τῷ ὑστέρῳ τὸ πρὸ αὐτοῦ γεγονὸς ἀλλὰ καὶ τῷ πρώτῳ τὸ μετ' αὐτό κύκλῳ γὰρ ἡ γένεσίς τινων), λέγει περὶ τούτων, τίνα δύναται ἀντιστρέφειν ὡς ἀλλήλων αἴτια γίνεσθαι, καὶ ἐφ' ὧν ἡ κύκλῳ γένεσις γίνεται. ὅτι δὲ τούτου αἴτιον τὸ ἐπ' ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν, δείκνυσι· τὸ γὰρ εἴπερ ἕποιντο ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι τὸ ἐπ' ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν δηλοῖ. ἐπὶ μὲν γὰρ τῆς οἰκίας καὶ τῶν λίθων οὐκ ἀντιστρέφει· οὐ γάρ, εἰ ἕπεται τῇ γενέσει τῆς οἰκίας ἡ τῶν λίθων παρασκευή, ἤδη ἰαὶ τᾖ τῶν λίθων παρασκευῇ ἡ τῆς οἰκίας γέωεσις. ἀλλ' οὐδ' ἐπὶ τῶν ὁμογόνων, ὡς ἔφη, αἰτίων· οὐ γάρ, εἰ ἡ τῆς γῆς ἀντίφραξις αἰτία τῆς ἐκλείψεως, ἤδη καὶ ἡ ἔκλειψις αἰτία τῆς ἀντιφράξεως τῆς γῆς. φησὶ δὲ γίνεσθαι τὴν κύκλῳ δεῖξιν καὶ τὴν ἀντιστροφὴν τῶν αἰτιῶν, ἐφ' ὧν ἕπονται ἀλλήλοις οἱ τρεῖς ὅροι τοῦ συλλογισμοῦ ἐπ' ἴσης ὄντες καὶ ἄλλοτε ἄλλου μέσου τε καὶ αἰτίου τιθεμένου.