Ancient Greek · ~4 min
Chapter 86
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 86
Not analysed yet
p. 95 b25 Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται· εἰ γὰρ ἀληθὲς εἰπεῖν. Ὡς ἐπὶ τῶν γεγονότων εἶχε κατὰ τὸ μὴ εἶναι συνεχῆ ἀλλήλοις τὰ γεγονότα ἀλλ' εἶναι πάντων τῶν γεγονότων μεταξὺ χρόνον, ὃς ἐπ' ἀπειρόν ἐστι διαιρετός συνεχὴς γάρ), οὕτως καὶ ἐπὶ τῶν ἐσομένων. οὐδὲ γὰρ τὰ ἐσόμενα συνεχῆ ἀλλήλοις· καὶ γὰρ τὸ ἐσόμενον ἐν ἀτόμῳ, ὡς καὶ τὸ γεγονός· γέγονε μὲν γὰρ ἐν χρόνῳ, παύεται δὲ τοῦ γεγονέναι καὶ γεγονός ἐστιν ἐν ἀτόμῳ. εἶναι δὴ <δεῖ> καὶ μεταξὺ τούτων χρόνον ἐπ' ἄπειρον διαιρετόν. δεῖ δὲ καὶ ἐπὶ τῶν ἐσομένων καὶ τῶν ἐπ' ἐκείνων συλλογισμῶν ἀρχὴν λαμβάνειν ἀμέσους προτάσεις· οὐ γάp. εἰ πάντων τῶν ἐσομένων χρόνος μεταξύ, ἤδη καὶ τῶν ἐσομένων ἐσόμενόν τι, ὥσπερ οὐδὲ τῶν γεγονότων γεγονός. ἢ ἄμεσον ἀρχὴν εἶπεν ἀντὶ τοῦ ‘ἔσχατόν τι Ι ὁρίσαν τὰ ἐσόμενα ἀφ’ οὗ ἡ ἄνοδος ἐπὶ τὰ τρὸ αὐτοῦ ἐσόμενα'. ἢ ἀρχὴ ἄμεσος ληπτέα ἀντὶ τοῦ ‘πρότασίς τις χωρὶς μέσου, ἥτις ἀρχή ἐστι τοῦ συλλογισμοῦ'. δείκνυσι δὲ τὴν εἰρημένην ἀκολουθίαν οὕτως ἔχουσαν καὶ ἐπὶ τῶν ἔργων τε καὶ πραγμάτων τῶν τε ἤδη γενομένων καὶ τῶν ἐσομένων.