Ancient Greek · ~3 min
Chapter 90
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 90
Not analysed yet
p. 96 a21 Καὶ τίνα τροπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ οὐκ ἔστιν, εἴρηται πρότερον. Τοῦ τί ἦν εἶναι δηλονότι δεικοικόν, ὡς αὐτὸς εἴρηκε πρότερον. ἀπόδειξις μὲν γὰρ ἁπλῶς δέδεικται ὅτι μὴ ἔστι τοῦ τί ἐστιν, ὅτι δ' ἐν ἀποδείξει λαμβάνεται καὶ δι' ἀποδείξεως γνωρίζεται. ἀλλὰ καὶ ὁρισμὸς αὐτοῦ ὁ μὲν λέγων ‘λόγος ὁ δηλῶν τί σημαίνει τοὔνομα' οὐκ ἔστι. τῶν δὲ ἄλλων σημαινομένων τοῦ ὅρου κυριώτατα μὲν ἦν ὅρος ‘λόγος ὁ θέσει τῆς ἀποδείξεως διαφέρων'· διὰ γὰρ τοῦ τὴν αἰτίαν λαμβάνειν τῆς ὑπάρξεως τοῦ πράγματος καὶ τὸ εἶναι τὸ πρᾶγμα ἐδεικνυέ πως. ἤδη δὲ καὶ τὸ ὡς ἀρχὴ ἀποδείξεως καὶ τὸ ὡς συμπέρασμα· καὶ γὰρ ταῦτα ὁρισμοί πως τοῦ τί ἦν εἶναι.