Ancient Greek · ~6 min
Chapter 91
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 91
Not analysed yet
p. 96 a22 Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα. |Μέθοδον ἡμῖν παραδίδωσι δι' ἧς θηρεύθειν τε καὶ εὑρίσκειν δυνησόμεθα τὸν ἑκάστου τῶν ζητουμένων ὁρισμόν, ἐπεὶ μὴ οἷόν τε δι' ἀποδείξεως δείξεως αὐτὸν δεικνύναι. καὶ ἐπεὶ ὁ ὁρισμὸς ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων, τοθτέστι τῶν ἐν τῇ οὐσίᾳ, πῶς δυνησόμεθα λαμβάνειν τὰ χρήσιμα πρὸς τοὺς ὁρισμοὺς τοὺς εκάστου, λέγει. τῶν δὴ ὑπαρχόντων τισὶ τὰ μὲν τισὶ μόνοις ὑπάρχει, ὡς μονάδι ἡ ἀρχὴ καὶ στιγμῇ τὸ ἀμέγεθες, τὰ δὲ καὶ τούτοις καὶ ἄλλοις καὶ επὶ πλέον ἐπεκτείνεται. καὶ τῶν ἐπὶ πλέον ἐπεκτεινομένων τὰ μὲν οὐχ ὑπερβαίνει τὸ γένος τὸ ἐκείνου οὗ βοθλόμεθα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα λαβεῖν, τὰ δὲ καὶ ἐπὶ τὰ ἀνομογενῆ ἐπεκτείνεται· οὐ γὰρ ὁμοίως ὑπάρχει ἢ] τῷ ἀνθρώπῳ τὸ ζῷόν τε καὶ τὸ λευκόν. τῶν δὴ καθόλου κατηγορουμένων ὅσα ἐπὶ πλέον λεγόμενα τοῦ προκειμένου μὴ ἐπὶ πλέον τοῦ γένους αὐτοῦ ἐπεκτείνεται, ταῦτα λαμβάνονται ὡς τῆς οὐσίας αὐτοῦ καὶ τοῦ τί ἦν εἶναι δηλωτικά. τῶν γὰρ ἐπὶ πλέον κατηγορουμένων τινὸς οὕτως μὴ μέντοι ἐκβαινόντων τὸ γένος, ἐν ᾧ ἐστιν, οὗ τὸ ἐπὶ πλέον κατηγορούμενον εἴληπται, ἂν ληφθῇ ταῦτα, ὧν ἕκαστον ἐπὶ πλέον μὲν τοῦ ὁριζομένου ἐστί, πάντα δὲ ὁμοῦ μόνῳ καὶ παντὶ ὑπάρχει τῷ ὁριζομένῳ, ἐκεῖνα τὴν οὐσίαν αὐτοῦ ἐνδείξεται. καὶ εἴη ἂν ὁρισμὸς ὁ ἐκ τῶν καθόλου τε καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν.