Ancient Greek · ~4 min
Chapter 92
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 92
Not analysed yet
p. 98a32 Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα ληφθῇ πρῶτον. Πρῶτον μὲν δείκνυσιν ὅτι ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συντιθέμενος λόγος ἀναγκαίως ὐπάρχει τῷ ὑποκειμένῳ, δεύτερον δὲ ὅτι καὶ ὁρισμός ἐστιν αὐτοῦ. δεῖ δ' ἀντὶ τοῦ τὰ καθόλου δ' ἀναγκαῖα γε- γράφθαι ‘τὰ καθόλου γὰρ ἀναγκαῖα'· ὡς γὰρ αἴτιον τοῦ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι παρέθετο τὸ ἀναγκαῖα εἶναι τὰ καθόλου. τό τε γὰρ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου κατηγορεῖσθαι, φανερὸν <ὂν> τῷ δεδεῖχθαι διὰ τοῦ πρὸ τούτου βιβλίου, ὃ καὶ αὐτὸς εἶπε τοῦ ἐπεὶ <δὲ> δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω, ὃ καὶ αὐτὸ εἴρηται] ἂν εἴη τοῦ τὴν πρώτην πρότασιν εἶναι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου] ἀναγκαῖα. <ὃ> εἴρηται μὲν καὶ αὐτὸ ἐν τῷ πρώτῳ, καὶ ἐν δὲ πρὸ ὀλίγου εἴρηκεν οὕτως· ‘τοῦτο γὰρ τὸ καθόλου, τὸ ἐπὶ παντὶ καὶ ἀεί”. εἴη εἴη δ' ἂν ἐν πρώτῳ σχήματι συναγόμενον τὸ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι διὰ μέσου τοῦ καθόλου.