Ancient Greek · ~3 min
Chapter 96
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 96
Not analysed yet
p. 96 b25 Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς. Εἰπών, τί ἐστιν ὁρισμὸς καὶ πῶς οἷόν τε ὁρίζεσθαι, ἐφεξῆς λέγει περὶ τῆς διαιρετικῆς μεθόδου, καὶ δείκνυσιν αὐτῆς τὸ χρήσιμον πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, πρὸς γὰρ τὸ λαμβάνειν τὰ καθόλου τε καὶ καθ' αὑτὰ κατηγορούμενα ἐπὶ π[λέον, ἐξ ὧν ἀθροιζομένων τε καὶ συντιθεμένων ἡ ἴδιος οὐσία τοῦ προκειμένου δηλοῦται· ἐκ γὰρ τῆς διαιρέσεως τῆς κατὰ τὰς διαφορὰς τοῦ γένους, οὗ εἶδός τι ὁρίσασθαι ζητοῦμεν, τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ληψόμεθα τοῦ προκειμένου. χρήσιμοι δ' αἱ διαιρέσεις, εἰ καὶ μηδὲν δεικνύουσι συλλογιστικῶς, πρὸς τὸ ἀθροίζειν ἐξ αὐτῶν τὸ τί ἐστι καὶ τὸν ορισμόν· τοῦτο γὰρ εἶπε τὸ συλλογίζεσθαι. χρήσιμοι καὶ πρὸς τὴν τάξιν τῶν ἐν τοῖς ὁρισμοῖς λαμβανομένων καὶ πρὸς τὸ μηδὲν παραλιπεῖν.