Ancient Greek · ~3 min
Chapter 97
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 97
Not analysed yet
p. 96 b32 Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ καὶ ἕν τι τὸ ζῷον ἥμερον. Τουτέστιν εἰ κατὰ τὴν διαίρεσιν ἅπαν τὸ ἐκ τῆς διαιρέσεως λαμβανόμενον καὶ συντιθέμενον τῷ διῃρημένῳ ἕν τι γίνεται καὶ γένος τοῦ μετ’ αὐτὸ καὶ ἐκ τούτου τοῦ γινομένου ἐκ τῆς συνθέσεως ἡ διαίρεσις γίνεται, δῆλον ὡς ἀεὶ ἡ δευτέρα διαίρεσις εἰς ἐλάττω ἔσται καὶ οὐκ ἔσται πρὼτον τὸ ἐπ' ελαττον ὂν τοῦ ἐπὶ πλέον ὄντος ἐν τῇ συνθέσει τῶν εἰλημμένων. ἐπειδὴ δ' ἡ διαφορὰ καθ' αὑτὴν λάμβανομένη οὐ δοκεῖ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, διὰ τοῦτο συντιθεμένην αὐτὴν τῷ τεμνομένῳ ἕν τι εἶπε γίνεσθαι καὶ οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ ἓν τοῦτο γίνεσθαι γένος τοῦ μετ’ αὐτὸ καὶ πάλιν διαιρεῖσθαι. διὸ χρήσιμος ἡ διαίρεσις τὴν τάξιν ταύτην δεικνῦσα· ἀεὶ γὰρ τὸ διαιρούμενον τοῦ ἐκ τῆς διαιρέσεως γινομένου πρῶτον ληφθήσεται.