Ancient Greek · ~3 min
Volume 14
Anonymi In Hermogenem Rhet., Excerpta e prolegomenis diversis (e cod. Matr. 4687) 14.300
Not analysed yet
ΕΚ ΔΙΑΦΟΡΩΝ ΤΙΝΑ ΧΡΗΣΙΜΑ Ὅτι ὅρος λόγου οὗτος ‘ἔννοια κεκριμένη καὶ γνώμης ἀνθρώπου μήνυσις’. γένος ἡ ἔννοια· πάντα γὰρ <τὰ> ζῷα ἔννοιαν ἔχει. διαφορὰ τὸ κεκριμένη· οὐ γὰρ καὶ τὰ ἄλογα κεκριμένην ἔχει ἔννοιαν. Ἔργον δὲ λόγου ἡ μετ' αἰτίας πρᾶξις καὶ ἡ προφορὰ τῶν ἐννοιῶν. Ὅτι Λυσίᾳ μεμελέτηται ἰατρικὸν πρόβλημα παράδοξον ῥητορικῶς μεθοδευθὲν περὶ τοῦ ἀμβλωθριδίου, ἐν ᾧ Ἀντιγένης κατηγορεῖ τῆς ἑαυτοῦ γυναικὸς φόνου ἀμβλωσάσης ἑκουσίως, φάσκων ὡς ἐξήμβλωκε καὶ κεκώλυκεν αὐτὸν πατέρα κληθῆναι παιδός. Ὅτι ἐπιστήμης ἴδιον τὸ μὴ μεταπίπτειν, οὐ μέντοι καὶ τέχνης· τέχνη γὰρ μεταπίπτειν οἶδε τοῖς περιστατικοῖς καὶ βιάζεσθαι. αὐτίκα ὁ Δημοσθένης τὴν τῶν ἐλέγχων ἀπαίτησιν καὶ τὴν <τοῦ> παραγραφικοῦ ἐξέτασιν ἐν τῷ Κατ' Αἰσχίνου λόγῳ τελευταίας ἔταξε, τῆς τέχνης ταῦτα πρῶτα εἰδυίας κεφάλαια—ἐξ οὗ δὴ καὶ οὐδὲ ἐπιστήμη δύναται εἶναι—, ἀλλὰ πρὸς τούτοις καὶ