Ancient Greek · ~5 min
Volume 14
Anonymi In Hermogenem Rhet., Excerpta e prolegomenis diversis (e cod. Matr. 4687) 14.301
Not analysed yet
παραλιμπάνει τινὰ τῶν εἰωθότων. ταύτῃ πολλοὶ παρὰ τοῖς παλαιοῖς ἀπροοιμίαστοι λόγοι πρὸς τὴν χρείαν οὕτω λεχθέντες. ἀλλὰ καὶ ἐν τῷ Περὶ στεφάνου Δημοσθένης δύο μόνοις τῆς πραγματικῆς κέχρηται κεφαλαίοις οὕτω τοῦ καιροῦ συγχωροῦντος· ὧν οὐδὲν ἐπιστήμη ἔχει, ἀλλὰ καὶ ἐν Λακεδαίμονι καὶ Ἀθήναις καὶ πολέμου ὄντος καὶ εἰρήνης ἀεὶ τὰ αὐτὰ <περὶ τῶν αὐτῶν> ἔγνωκέ τε καὶ προφέρει, οἷον ὅτι σφαιροειδὴς ὁ οὐρανός, ὅτι κέντρου λόγον ἐπέχει ἡ γῆ καὶ εἴ τι τοιοῦτον ἕτερον. ἐν οἷς μέντοι οὐκ ἀλόγως τέχνη τοῖς περιστατικοῖς ἀμείβει τινὰ τῶν ἑαυτῆς ἢ παραλείπει, ἀλλὰ μετ' αἰτίας, ἐκφεύγει τὴν ἐμπειρίαν, ἀλόγως ταύτης τὸ ἑαυτῆς μετερχομένης, ὡσαύτως καὶ ῥητορική. —Ὅτι ἐμπειρίαν τινὲς ἐβουλήθησαν τὴν ῥητορικὴν εἶναι, ὧν ἐστι καὶ Πλάτων φάσκων στοχαστικὴν αὐτὴν εἶναι τῆς τῶν ἀκροατῶν ἐπιθυμίας, καὶ ἐκμιμουμένην τοὺς φθάσαντας τῶν ῥητόρων· καὶ γὰρ ἐκ τοῦ ἑωρακέναι τινὰ ἐκ διαβολῆς ὀργὴν κεκινηκότα τῶν ἀκροατῶν καὶ ἐκ τοῦ ἐλεεινολογεῖσθαι ἀφεθέντα χρῶνται καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐν τοῖς ὁμοίοις καιροῖς καὶ πράγμασιν. οὐχ οὕτως δὲ τοῦτο ἔχει· οὐ γὰρ καὶ ἀλόγως τὸ ἑαυτῆς οὕτω ῥητορικὴ μετέρχεται, ὡς διὰ πολλῶν ἤδη δεδήλωται. Ὅτι καὶ τὸ δικανικὸν παρὰ θεοῖς ἦν· καὶ δῆλον ἀφ' ὧν Ἄρης καὶ Ποσειδῶν ἐν Ἀρείῳ πάγῳ δι' Ἁλιρρόθιον ἐδικάσαντο. Ὅτι τοῖς περιστατικοῖς χρῆται ῥητορικὴ οὕτως· προσώπῳ, οἷον πρὸς Ἀθηναίους ἢ Λακεδαιμονίους· οὐ γὰρ τοῖς αὐτοῖς λόγοις ἐν ἀμφοτέροις χρήσεται. τόπῳ, οἷον