Ancient Greek · ~5 min
Volume 14
Anonymi In Hermogenem Rhet., Excerpta e prolegomenis diversis (e cod. Matr. 4687) 14.303
Not analysed yet
σομεν, ὅπερ τὸ παρὸν διδάσκει βιβλίον, εἶτα περὶ τῆς φράσεως καὶ τοῦ χαρακτῆρος διαλεχθῆναι. δύο γὰρ ὄντων τῶν τὴν ῥητορικὴν κοσμούντων, δυνατοῦ καὶ ἡδέος, τὸ μὲν δυνατὸν διὰ τῆς παρούσης μανθάνομεν πραγματείας, τὸ δὲ ἡδὺ διὰ τοῦ Περὶ ἰδεῶν· διδάσκει γὰρ ἐκεῖνο ποικίλλειν τὴν φράσιν ταῖς τῶν σχημάτων διαφοραῖς, ὃ τὴν ἡδονὴν ποιεῖ, ἀλλ' οὐχὶ μονοειδῶς ἐκφέροντας προσκορῆ τὸν λόγον ποιεῖν. Τρόπῳ δὲ παντοίῳ διδασκαλίας χρῆται· ἐν μὲν γὰρ τῷ λέγειν περὶ διαιρέσεως τῷ διαιρετικῷ, οἷον ὅτι ‘περὶ τῆσδε τῆς διαιρέσεως ποιοῦμαι τὸν λόγον, ἀλλ' οὐ <περὶ> τῆσδε’· ἐν δὲ τῷ <τὸν> ὅρον ἀποδιδόναι τοῦ πολιτικοῦ ζητήματος τῷ συνθετικῷ· τῷ δὲ ἀναλυτικῷ οὕτως, φησὶ γὰρ ‘τὸ πολιτικὸν ζήτημα ὕλην ἔχει τὰ πρόσωπα καὶ τὰ πράγματα· τῶν δὲ προσώπων τὰ μέν ἐστι τοιάδε, <τὰ δὲ τοιάδε,> καὶ τῶν πραγμάτων ὁμοίως. τὰ δὲ ἔχοντα πρόσωπά τε καὶ πράγματα ζητήματα τοιάδε συνέστηκεν, τὰ δὲ μὴ οὔ· ὥστε τὰ μὲν τῶν ζητημάτων συνέστηκε, τὰ δὲ οὔ’. ὅρα γάρ, ὅτι ἀπὸ τῶν ἡμῖν πρώτων ἐπὶ τὰ τῇ φύσει πρῶτα ἀνιὼν ἤτοι τὰ ζητήματα, τουτέστι τὰς στάσεις, τῷ κατὰ ἀνάλυσιν χρῆται. Ἐπιγέγραπται δὲ Περὶ στάσεων, ἀλλ' οὐχ ὡς τινὲς Τέχνη ῥητορική· οὐ γὰρ περὶ πάσης διδάσκει τῆς ῥητορικῆς, ἀλλὰ περὶ μέρους, ὅ ἐστιν ἡ διαίρεσις τῶν στάσεων.