Ancient Greek · ~5 min
Volume 14
Anonymi In Hermogenem Rhet., Excerpta e prolegomenis diversis (e cod. Matr. 4687) 14.302
Not analysed yet
ἐν δικαστηρίῳ ἢ βουλευτηρίῳ. χρόνῳ, ἐν χειμῶνι ἢ θέρει. αἰτίᾳ, διὰ τὸν πόλεμον ἢ τὴν εἰρήνην ἢ τὴν εὐπορίαν ἢ ἀπορίαν. τρόπῳ, οἷον ναυμαχίᾳ ἢ πεζομαχίᾳ χρὴ τοὺς πολεμίους ἀμύνασθαι. Ὅτι σκοπὸς τοῦ βιβλίου περὶ διαιρέσεως πολιτικῶν ζητημάτων εἰπεῖν καὶ πρὸς τὴν τούτων μάθησιν ἡμᾶς ἀναγαγεῖν. Τὸ δὲ χρήσιμον τοῦτο ἂν εἴη τὸ τὰ πολλὰ τῆς ῥητορικῆς προβλήματα περιορίζειν καὶ οὐκ ἐᾶν εἰς ἀπέραντον τοὺς λόγους ἐκφέρεσθαι· ὥσπερ καὶ αἱ παρὰ Ἀριστοτέλει κατηγορίαι εἰς δέκα τὰ γενικώτατα τὸ πλῆθος τῶν προβλημάτων συνέστειλαν· πᾶν γάρ, ὃ ἄν τις εἴποι, ὑπὸ μίαν τοῦτο τῶν κατηγοριῶν ἐμπεσεῖται. ἄλλως τε δὲ καὶ ἄνευ τοῦ βιβλίου τούτου οὐκ ἔστι λόγον παλαιὸν διελεῖν, ἀλλ' οὐδὲ νέον. Τὸ δὲ γνήσιον ἤδη προείληπται καὶ ἄλλοις εἰρημένον. Ἡ δὲ τάξις αὕτη· τρεῖς εἰσιν αἱ συνεκτικώταται Τέχναι ῥητορικαί, ἃς καὶ αὐτὸς Ἑρμογένης συνέγραψεν, ἥ τε τῶν Προγυμνασμάτων καὶ ἡ τῶν Στάσεων αὕτη καὶ ἡ Περὶ τῶν ἰδεῶν. μέσην οὖν ἡ προκειμένη βίβλος τάξιν ἔχει, εἰκότως· μετὰ γὰρ τὴν τῶν μερικῶν διδασκαλίαν, ἅ ἐστι τὰ προγυμνάσματα, ἔδει καὶ περὶ τελεωτέρων διαλεχθῆναι. τρίτην δὲ τὸ Περὶ ἰδεῶν ἔχει τάξιν· δεῖ γὰρ πρότερον μαθεῖν, πῶς συνίσταται τὰ πολιτικὰ ζητήματα καὶ κατὰ τίνα τρόπον ἕκαστα διαιρή-