Ancient Greek
Volume 14
Anonymi In Hermogenem Rhet., Prolegomena in artem rhetoricam (excerpta e codd. Marc. 430 % Vat. 900) 14.348
Not analysed yet
ῥητορικῆς, δικανικόν, συμβουλευτικὸν καὶ πανηγυρικόν. ἐξ ἑνὸς γοῦν ἑκάστου τῶν μερῶν τῆς ψυχῆς ἕκαστον αὐτῶν προῆλθε. ἔχει δὲ καὶ τὸ καθὲν αὐτῶν καὶ ταῦτα τόπον, χρόνον, πρόσωπον. ἐκ μὲν τοῦ θυμικοῦ τὸ δικανικόν, ἔχει τὸν παρεληλυθότα χρόνον, τόπον τὸ δικαστήριον, πρόσωπον τοὺς δικάζοντας, καὶ διαιρεῖται εἰς κατηγορίαν καὶ ἀπολογίαν καὶ τέλος ἔχει τὸ δίκαιον. ἐκ δὲ τοῦ λογικοῦ τὸ συμβουλευτικόν, ἔχει τὸν μέλλοντα χρόνον, τόπον τὸ βουλευτήριον, πρόσωπον τοὺς βουλευομένους, διαιρεῖται εἰς προτροπὴν καὶ ἀποτροπήν, τέλος ἔχει τὸ συμφέρον. τὸ δὲ πανηγυρικὸν ἐκ τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς, ἔχει χρόνον τὸν ἐνεστῶτα, τόπον πάντα, πρόσωπον τοὺς πανηγυρίζοντας, διαιρεῖται εἰς ἔπαινον καὶ ψόγον, τέλος ἔχει τὸ καλόν. Ὥσπερ οἱ γραμματικοὶ πάντα ἀνήγαγον ὑπὸ τὰ ὀκτὼ μέρη τοῦ λόγου καὶ οἱ φιλόσοφοι ὑπὸ τὰ δέκα γένη, οὕτως ἀνήγαγε καὶ οὗτος ὑπὸ τὰς δεκατρεῖς στάσεις πᾶσαν πολιτικὴν στάσιν καὶ φιλονεικίαν. ἐπεὶ δὲ πᾶσα στάσις τέλειος λόγος ἐστὶ ῥητορικός, ὁ δὲ τέλειος ῥητορικὸς λόγος ἀναλογεῖ ζῴῳ ἐμψύχῳ, τὸ δὲ ζῷον καὶ μέρη καὶ μόρια καὶ μορφὴν ἔχει καὶ τρόπους, ἐν μὲν τῷ Περὶ στάσεων ἐδίδαξεν ὅλον τὸ σῶμα, ἐν δὲ τῷ Περὶ εὑρέσεως τὰ μέρη καὶ τὰ μόρια, προοίμια, διηγήσεις, ἐν δὲ ταῖς Ἰδέαις τὰς μορφάς, ἐν δὲ τῷ Περὶ μεθόδου δεινότητος τοὺς τρόπους.