Ancient Greek
Volume 14
Anonymi In Hermogenem Rhet., Prolegomena in artem rhetoricam (excerpta e codd. Marc. 430 % Vat. 900) 14.349
Not analysed yet
Ῥητορική ἐστι τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. Ὁ Γεωμέτρης· λόγος περὶ τὸν λόγον. Ὁ Ἑρμογένης· τέχνη χρήσιμος βουλαῖς, δικαστηρίοις καὶ πανηγύρεσιν. Ὁ Κόραξ· πειθοῦς δημιουργός. Ἕτερος ὁρισμὸς Διονυσίου τοῦ μεγάλου· ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν. Ὁ Ἑρμογένης, τὸ γένος Ταρσεύς, Καλλίππου υἱός, μαθητὴς Σκοτίνου τοῦ ῥήτορος, ἤκμασεν εἰς τοὺς χρόνους Μάρκου τοῦ φιλοσοφωτάτου. εἰδὼς δὲ τοὺς Ῥωμαίους περὶ τὰ πολιτικὰ καταγινομένους ἤτοι τοὺς νόμους, ἐσπούδασε ποιῆσαι σύγγραμμα λυσιτελοῦν τῇ πολιτείᾳ εἰς τοὺς νόμους. Ὅρος Ἀριστοτέλους ‘οὐ δεῖ ἀπὸ ἀμφιβόλων ἄρχεσθαι’· διὸ καὶ ὁ Ἑρμογένης ἀκολουθῶν αὐτῷ οὐχ ὡρίσατο τὴν ῥητορικήν, ἐπεὶ ἀμφίβολος ἦν. Ἡ ῥητορική ἐστι ‘σύστημα’ διὰ τὸ ἐκ πολλῶν συγκεῖσθαι κανόνων καὶ μεθόδων. ‘ἐκ καταλήψεων’ δὲ διὰ τὸ ἔκ τινων ἐπινοήσεων τῶν τοιούτων εὐπορῆσαι κανόνων τε καὶ