Ancient Greek
Volume 14
Anonymi In Hermogenem Rhet., Prolegomena in artem rhetoricam (excerpta e codd. Marc. 430 % Vat. 900) 14.350
Not analysed yet
μεθόδων. ‘ἐγγεγυμνασμένων’ δὲ ὡς πολλάκις τὴν πεῖραν δόντων καὶ δεδοκιμασμένων τῷ χρόνῳ. ‘πρός τι’ δὲ ‘τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ’, καθὸ ψέγει μὲν τὴν κακίαν, ἐγκωμιάζει δὲ τὴν ἀρετήν, καὶ προτρέπει μὲν ἐπὶ τὰ καλά, ἀποτρέπει δὲ τῶν φαύλων, καὶ κατηγορεῖ μὲν τῶν ἀδικούντων, ὑπεραπολογεῖται δὲ τῶν ἀδικουμένων. Τί ἐστι στάσις; ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ μιᾶς φάσεως χαρακτηριζομένη τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθ' ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν εἰς πίστιν κομιζομένων. Φάσις δέ ἐστι μέρος προτάσεως. ‘Καταληφθέντα’ ἤτοι οὐ φαντασθέντα καὶ ἐκ περιττῆς ὑπονοίας ὑποστάντα ἀλλὰ μετὰ λόγου γνωσθέντα. ‘Πολιτικῶν’ εἶπεν, ἵνα διαστείλῃ αὐτὰ ἀπὸ τῶν ἰατρικῶν καὶ γεωμετρικῶν καὶ τῶν ἄλλων· πολιτικὰ δὲ λέγεται ὡς μάλιστα πολιτείας συστατικά. ‘Ἀμφισβήτησις’ ἡ φιλονεικία. Ἐν τῷ εἰπεῖν ‘λογική’ ἐξέωσεν αὐτὴν ἀπὸ τῶν πρακτικῶν καὶ ἀλόγων. Ἐν τῷ εἰπεῖν ‘ἐπὶ μέρους’ ἐξέωσεν αὐτὴν ἀπὸ τῶν φιλοσόφων· οὗτοι γὰρ περὶ τὰ καθόλου καταγίνονται. Διὰ τοῦ εἰπεῖν ‘πάντων ἅμα ἢ καὶ τινῶν’ ἐδήλωσε πολλάκις εὑρίσκεσθαι ἐν τοῖς ζητήμασι καὶ τὰ τρία εἴδη τῆς ῥητορικῆς, πολλάκις δὲ τὰ δύο· διὰ τοῦτο εἶπε καὶ τὸ ‘τινῶν’.