Ancient Greek · ~4 min
Volume 14
Anonymi In Hermogenem Rhet., Περὶ τῆς τάξεως τῶν ἰδεῶν 14.391
Not analysed yet
ΠΕΡΙ ΤΗΣ ΤΑΞΕΩΣ ΤΩΝ ΙΔΕΩΝ Τὸν πολιτικὸν λόγον δεῖ καὶ τὸ δυνατὸν ἔχειν καὶ τὸ ἡδύ. τὸ μὲν οὖν δυνατὸν ἀπὸ τῆς γνώσεως τῶν κεφαλαίων τῶν καθ' ἑκάστην στάσιν γίνεται, τὸ δὲ ἡδὺ ἐκ τῆς τῶν σχημάτων ποικιλίας καὶ τῆς τῶν ἰδεῶν γνώσεως. Αὗται δὲ ἤτοι ἀπὸ τοῦ λεγομένου ἐμφαίνονται ἢ ἀπὸ τοῦ λέγοντος. καὶ πρῶται μὲν αἱ ἀπὸ τοῦ λεγομένου, ὡς τούτου τὸ κῦρος ἔχοντος ἐν τῷ λόγῳ· ἕνεκα γὰρ τούτου καὶ τἆλλα· ἔπειτα <δὲ αἱ> ἀπὸ τοῦ λέγοντος. Εἰσὶ δὲ αἱ μὲν ἀπὸ τοῦ λεγομένου σαφήνεια, μέγεθος, κάλλος, γοργότης· αἱ δὲ ἀπὸ τοῦ λέγοντος ἀλήθεια, ἦθος, δεινότης. Πασῶν δὲ προτέτακται ἡ σαφήνεια, διότι καὶ παντὶ λόγῳ ταύτης μάλιστα δεῖ· εἰ γὰρ τὸ ἀντικείμενον αὐτῇ κακίζομεν καὶ φεύγομεν, τὴν ἀσάφειαν, φροντιστέον ἄρα τῆς σαφηνείας. ἀλλ' ἵνα μὴ παντελῶς ἐκκλίνωμεν εἰς τὸ εὐτελὲς καὶ χαμαιπετῆ τὸν λόγον ποιήσωμεν, καταφεύγειν εὐθὺς ἐπὶ τὸ μέγεθος δεῖ· τούτῳ γὰρ χρησάμενοι δευτέρῳ καὶ τῶν ἰδιωτῶν ἂν δόξωμεν διενεγκεῖν καὶ τῆς χρείας ἀντέχεσθαι. ἀλλ' ἐπειδὴ τὰ