Ancient Greek · ~2 min
Volume 14
Anonymi In Hermogenem Rhet., Περὶ τῆς τάξεως τῶν ἰδεῶν 14.392
Not analysed yet
μεγάλα εἶναι δεῖ καὶ ἡδέα—τάχα γὰρ ἂν τοσοῦτον λυπήσουσιν, ὅταν μὴ προσηνῆ τυγχάνωσιν, ὅσον [καὶ] κατὰ μέγεθος ὑπερβάλλουσι—, διὰ ταύτην τὴν αἰτίαν τὸ κάλλος ἕπεται τῷ μεγέθει. μεθ' ὃ ἡ γοργότης, ὅπως τὸ κεκαλλωπισμένον μέγεθος εὐκίνητον ποιήσῃ κατὰ τὸ ἐνδεχόμενον. Ταῦτα μὲν ἀπὸ τοῦ λεγομένου. Δεῖ δὲ καὶ τὸν λέγοντα τὴν ἑαυτοῦ φύσιν ἐμφαίνειν καὶ κινεῖσθαι πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν. ἀλλ' ὅταν μὲν προσφάτως δόξῃ κινεῖσθαι καὶ κατά τινα περίστασιν, ποιεῖ τὸ ἀληθές. ὅταν δὲ τὴν ἐνυπάρχουσαν ἕξιν καὶ χρονίαν ἐνδείξασθαι βουληθείη, ποιεῖ τὸ ἦθος.