Ancient Greek
577.1 to 577.5
Anonymi Logoi Duo, Λόγοι δύο 577.1-5
Unproofread scanNot analysed yet
Οὓς ἀντιφέρουσι πρὸς τοὺς ὀρθοδόξους τινὲς τῆς μοίρας ὄντες τοῦ Ἀκινδύνου ὧν ὁ μὲν πρῶτός ἐστι περὶ ῥήσεώς τινος τοῦ ἁγίου Βασιλείου, ὁ δὲ δεύτερος περὶ τοῦ ὁποῖον ἠν τὸ ὁραθὲν φῶς τοῖς ἀποστόλοις ἐν τῷ ὄρει Θαβώρ. Ο Π ΡΩΤΟΣ ΛΟΓΟΣ. Ἄγε δὴ καὶ πάλιν, φίλων ἀνδρῶν εὐγενέστατε καὶ φιλομαθέστατε, πρὸς τὰς λύσεις ἵωμεν τῶν σῶν ζητημάτων, μᾶλλον δὲ ταῖς τῶν ἀντιλεγόντων μηχαναῖς καὶ προβλήμασι καὶ ταῖς δοκούσαις καθ´ ἡμῶν ἐνστάσεσι καὶ λαβαῖς, τοὺς τοῦ λόγου τεχνίτας τε καὶ στρατηγοὺς συνήθως καὶ ἡμεῖς ἀντιστήσωμεν, ὑπερβαίνοντας, καθάπερ πάλαι, καὶ νῦν τῇ δυνάμει τοῦ Πνεύματος μηχανάς τε καὶ τείχη καὶ ὀχυρώματα καὶ πᾶν ὕψωμα τῶν ἐναντίων, ἀποστολικῶς εἰπεῖν, κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπαιρόμενον, καθαιροῦντας δ´ οἰκειότερον εἰπεῖν μᾶλλον ταῦτα καὶ καταστρέφοντας τῷ κτύπῳ καὶ τῇ βροντῇ τῆς ἑκείνου νοητῆς σάλπιγγος, οὐδὲν ἦττον ἢ τὰ Ἱεριχούντια τείχη σάλπιγξιν ἑπτὰ καὶ ἱερεῦσι καὶ ἡμέραις καὶ περιόδοις Ἰησοῦς ὁ μέγας τοῦ Θεοῦ στρατηγὸς πάλαι μετὰ Μωσέα φημὶ τὸν ἀοίδιμον, ἃ δηλαδὴ καὶ τὴν ἐσύστερον ἐκλάμψασαν τῶν ἑπτὰ τοῦ Πνεύματος χαρισμάτων ὑπερφυᾶ συνδρομὴν προσφυῶς ὑπεσήμαινε, τὰ τῆς πλάνης ὀχυρώματα πάντα καὶ τείχη τε καὶ προβλήματα, καὶ πάλαι καὶ νῦν θεοπρεπῶς καταστρέφουσαν. Ἡ σχέτλιον ἂν εἴη κομιδῆ, καὶ οὐχ ὅπως γε θείας δυνάμεως, ἀλλὰ καὶ τοῦ σώζοντος, ὡς ἄν τις φαίη, λόγου τοπαράπαν ἀνάξιον, τοὺς μὲν τὰ τοῦ Πνεύματος λαλεῖν κατὰ τὸν εἰπόντα χωρὶς Πνεύματος, τὰ δὲ τοῦ Πνεύματος ὄργανα, τοὺς θεολόγους φημὶ τούτους, ἐν παραβύστῳ καὶ γωνίᾳ τὰ τοῦ Πνεύματος λέγειν δοκεῖν, καὶ ὑπὸ τὸν μόδιον ὡσανεὶ τῆς ἡμῶν σιωπῆς τὸν τῆς διδασκαλίας αὐτῶν πυρσὸν καὶ τὸ θεῖον φῶς κρύπτεσθαι. Διττῶν τοιγαροῦν ὄντων τῶν τηνικαῦτα προτεθέντων παρ´ ὑμῶν προβλημάτων, ἃ παρὰ τῶν ἀντικειμένων, ὡς ἔφητε, τῷ καθ´ ἡμᾶς ἠκούσατε λόγῳ, φέρε τὸ πρότερον ἐκείνων καὶ ἡμεῖς τῷ λόγῳ πρῶτον εἰς μέσον ἑλκύσωμεν.