Ancient Greek
577.14 to 577.18
Anonymi Logoi Duo, Λόγοι δύο 577.14-18
Unproofread scanNot analysed yet
ταῦτ´ οὖν ἐκεῖνοι σπεύδοντες τολμηρᾷ γνώμη καὶ γλώττῃ κατασπᾷν εἰς τὰ κτίσματα, καὶ ταύτῃ δὴ τῇ λέξει τῇ ὑπεστήσατο κακῶς ἐπιφύονται, τὸ ἔκτισε σημαίνειν αὐτὴν πανταχοῦ λέγοντες, καὶ ὑποστάτην τὸν κτίστην ὡσαύτως ἀεὶ λέγεσθαι, καὶ μηδὲν ἄλλο παραδηλοᾶ τοὔνομα, ἐπειδή γε καὶ τούτοις αὐτοῖς ὁ σεπτὸς ἐκεῖνος θεολόγος καθ´ ὅλον τοῦ σεπτοῦ βιβλίου ἐκείνου φαίνεται χρώμενος· καὶ νῦν μὲν ὑπεστήσατο καὶ ὑπέστησε λέγων,νῦν δ´ ὑποστάτην αὐτὸν ἐκεῖνον ὀνομάζων ἑκάστης ὡς οἰκείας ἐνεργείας τε καὶ δυνάμεως καὶ προνοίας ἐξ αὐτοῦ προβεβλημένης, πρὸς μετοχὴν τῶν κατὰ λόγον οἰκεῖον ἑκάστοτε Θεοῦ κατ´ αὐτὴν μετεχόντων φημὶ δὴ τῶν κτισμάτων, ὅσα τε νοητὰ καὶ ὅσα ὑτὸ τὴν αἴσθησιν ἡμεῖς δὲ τὸ μὲν ἄκτιστόν τε καὶ ἄχρονον τῶν φυαικῶν τουτωνὶ δυνάμεων καὶ προνοιῶν τοῦ θεοῦ, καίτοι γε διὰ πολλῶν ἐν πολλοῖς ἤδη πρότεοον δείξαντες οὐ παρέργως, κἀνταῦθα δι´ ὀλίγων αὐτίκα. τῷ λόγῳ γνωρίσομεν, τοὺς τούτων ἐξηγητάς τε καὶ θεολόγους ἀγαγόντες αὖθις εἰς μέσον καθόσον οἴόν τε· πρὸς δὲ τοὺς τὴν λέξιν καὶ τὴν ταύτης διαστροφὴν καὶ τὴν μετάθεσιν ἡμῖν ἐγκαλοῦντας τέως τὸν λόγον τρέψωμεν. Λέγετε τοιγαροῦν ἠμῖν, ὦ μακάριοι, πόθεν κἀν