Ancient Greek
578.23 to 578.34
Anonymi Logoi Duo, Λόγοι δύο 578.23-34
Unproofread scanNot analysed yet
Οὕτω μὲν οὖν οὐκ ἀναγκαῖος ὁ λόγος ὤν δέδεικται τῆς κατὰ τῶν ἡμετέρων λαβῆς ταύτης, καὶ οὕτω τὴν ἄδικον μέμψιν οἱ παρ´ ὑμῶν διωκόμενοι φεύγουσιν· ἵνα δὲ μηδὲ ἐνδεχόμενον ὄντα συναποδείξωμεν τοῦτον, ἀλλὰ ψεῦδος ἄντικρυς μᾶλλον καὶ συκοφαντίαν τῆς ἀληθείας, φέρε παραστήσωμεν ἐξ αὐτῶν δηλαδὴ τῶν τοῦ σοφοῦ Πατρὸς λόγων, ὡς ἡ μὲν ἐτεκνώσατο λέξις οὐ προσφυὴς ἐπὶ Θεοῦ, οὐδ´ οἰκεία νενόμισται τούτῳ, διὸ μηδὲ γνησίαν ταύτην εἶναι δεῖν ἐκείνου νομίζειν, εἰ καὶ παρά τισιν, ὡς αὐτός φησιν, εὕρηται κειμένη τῶν ἀντιγράφων, ἡ δ´ ὑπεστήσατο, καὶ φίλη καὶ συνήθης καὶ πολυτρόπως ἐξ ἀνάγκης τὸ γνήσιον κεκτημένη. Εὐνομίῳ καὶ γὰρ ὁ σοφὸς οὑτωσὶ περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προσδιαλεγόμενος τῷ Γαλάτῃ, γεννητόν τε καὶ γέννημα συχνῶς, ἀλλ´ οὐχ Υἱὸν ἐκεῖνον ἀποκαλοῦντι, καὶ τὴν καινοτομίαν καὶ τὸ ἄηθες τῆς φωνῆς διὰ πολλῶν ἐξελέγχων, εἶτ´ ἐπάγει κἀκεῖνα· Διὰ τοῦτο, οἷμαι, ἥ τε κοινὴ συνήθεια τὴν προσηγορίαν ἠτίμασε τοῦ γεννήματος, καὶ ἡ θεία Γραφὴ παραιτουμένη φαίνεται, καὶ μάλιστα ἐπὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Ἀλλὰ καὶ τὴν τέκνου προσηγορίαν ὡς πολὺ τὸ ἀνθρώπινον ἔχουσαν οὐ προσήκατο. Δηλοῖ δὲ ὁ Ἀπόστολος. Ὁρᾷς πῶς ὁ διδάσκαλος ἐπίσης τῷ γεννήματι. καὶ τὴν τοῦ τέκνου προσηγορίαν ἐπὶ Θεοῦ παρῃτήσατο; Μᾶλλον δ´ οὐκ αὐτὸς οὕτος μόνος,. ἀλλὰ καὶ τὴν κοινὴν εἰσάγει συνήθειαν μετὰ τῆς. θείας Γραφῆς ἀτιμάζουσαν ταύτην ὡς ἀναξίαν Θεοῦ, καὶ πυλὺ τὸ ἀνθρώπινον ἔχουσαν. Πῶς οὖν ἡν ἀπεβάλλετο λέξιν, καὶ ταῦτα μεθ´ οὕτω μεγάλης τῆς κιταφορᾶς καὶ τῆς αἰτίας ἀξιολόγου, μικρὸν ἐπὶ τοῦ αὐτοῦ προῖὼν ἂν λόγου, πάλιν ὥσπερ ἐκ μεταμιλείας προσήκατο, καὶ μάλιστα πρὸς πολέμιον καὶ θεομάχον οὕτω βίαιον γράφων καὶ νοημάτων καὶ λέξεων καινοτομίαις ἐναβρυνόμενον, ἃ δὴ καὶ πυκνῶς ἐκεῖ καὶ γενναίως ὁ γενναῖος βάλλων αὐτὸν ἐξελέγχει, καὶ καινοτόμον, καὶ ἀπὸ κοιλίας πάντα φθεγγόμενον ἄντικρυς ἀποδείκνυσιν;