Ancient Greek
580.1 to 580.11
Anonymi Logoi Duo, Λόγοι δύο 580.1-11
Unproofread scanNot analysed yet
ἄμα τῆς ὑπάρξεως καθ´ ὑμᾶς γε αὐτοὺς ἐδήλου, καθὰ δὴ καὶ τὸ ἔκτισε καὶ ἐποίησε, τίνος χάριν τὸ μὲν ἐνήργησε καὶ ὑπέστησεν ὁ σοφὸς παρῃτήσατο Μωαῆς εἰπεῖν; Ἵνα μὴ συναΐδιον τις ὑπολάβῃ τὸν· κβσμον κατά τινας, ὃ πρὸ βραχέος δ μέγας εἰρήκει Ἐκσίλετος· τὸ δὲ ἐποίησεν, ἃτε καὶ τὸν τρόον δηλοῦν τῆς τῶν ποιημάτων ὑπάρξεως, καὶ οἰκεῖον τῷ ποιητῇ τε καὶ τοῖς κτίσμασιν ὃν, ἀντεισήγαγεν. Ἄρ´ οὖ καὶ τυφλῷ, φασί, δῆλον τὸ τε τῶν λέξεων ὁμοῦ καὶ τὸ τῶν σημαινομένων αὐτῶν διάφορον; Ἄλλως τε, εἰ τὸ ὑπέστηαεν ἀντὶ τοῦ ἔκτισεν ἦν πανταχοῦ κατὰ τοὺς λέγονίας, καὶ πᾶσαν ὑπόστασιν ἐξ ἀνάγκης ἔδει πεφυκέναι κτίσμα, καὶ μηδεμίαν εἶναι μηδαμῶς ἄκτιστον. Ἡ πῶς ἂν ἡ χρονικὴν ἀρχὴν ἔχουσα ὕπαρξις ἄκτιστόν τι καὶ ἄναρχονδλως παρήγαγεν; Ὡς γὰρ ἐκ τοῦ ἐποίησό τε καὶ ἔκτισεν οὐκ ἔστιν ἐννοῆσαί τί ποτε τῶν ἀκτίστων καὶ ἔξω χρο νκῆς ἀρχῆς ὑφιστάμενον, ἀλλ´ εὐθὺς ποιήματά τε καὶ κτίσματα νοοῦμεν ἀκολούθως τὰς λέξεις ἐκείνας ἀκούοντες, οὕτως ἐχρῆν δήπου κἀκ τοῦ ὑπέστησε καὶ ὑπέστη καὶ πᾶσαν ὑπόστασιν κτίσμα καὶ εἶναι προφανῶς καὶ νομίζεσθαι, εἴπερ κατ´ ἐκείνους ταυτόν τι καθάπαξ καὶ ἀδιάφορον τὸ ἔκτισε τῷ ὑπέστησεν. Ἀλλ´ ἡμεῖς, ὦ βέλτιστοι, πρὸς ἐκείνους ἂν αὖθις εἴποιμεν, οὐχὶ μίαν καὶ δύο μόνον, ἀλλὰ καὶ τρεῖς ὁμολογοῦμέν τε καὶ ποοσκυνοῦμεν ὑποστάσεις ἀκτίστους· καὶ διὰ τοῦτο καὶ τρισυπόστατον ἴσμεν τὸν ἕνα καὶ μόνον κατὰ φύσιν Θεὸν τῶν ἁπάντων ἄκτιστον, μᾶλλον δὲ καὶ κτισμάτων ἀπάντων ποιητὴν καὶ Δεσπότην, οὐ κατὰ τὴν φύσιν μόνον, ἀλλὰ καὶ κατὰ τὰς ὑποστάσεις αὐτὰς, καὶ δὴ καὶ τὰς φυσικὰς δυνάμεις καὶ πάντα τὰ φυσικὰ ἰδιώματα. Οὐδὲ γὰρ οὐδὲν τῶν ἐν τῇ θείᾳ φύσει τοπαράπαν κτιστὸν κατὰ τοὺς θεολόγους Πατέρας, ὡς οὐδὲ τῶν ν τῷ ἀνθρώπῳ φυσικῶν δηλαδὴ καὶ ἰδίων τὸ ἄκτιστον.