Ancient Greek
584.1 to 584.10
Anonymi Logoi Duo, Λόγοι δύο 584.1-10
Unproofread scanNot analysed yet
καὶ ἔνθεά εἰσι, μὴ πρότερον ὄντα δηλαδὴ τοιαῦτα καὶ κατ´ ἐκεῖνα, καὶ Θεοῦ λέγονται μετέχειν; Καὶ εἱ ταῦθ´ οὕτως ἔχει, ταυτὸν ἄρα Θεός τε καὶ κτίσις, καὶ οὐδέν τι τὸ μέσον ποιητοῦ τε καὶ ποιήματος οὐδαμῶς, ἀλλὰ φύρδην καὶ ἀναμὶξ ταῦτα κἀκεῖνα, καὶ πάντα ὁμοῦ χρήματα. Τί δʹ δτι καὶ προνοίας καὶ ἀγαθότητος ὁ διδάσκαλος τὰς θείας δυνάμεις ταύτας φησὶ, προϊούσας ἐκ τοῦ ὑπερουσίου, καὶ μετεχομένας ὑπὸ τῶν ὄντων· Τίς ἄρα τῶν τῆς θείας αὐλῆς τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ χρονικῶς ἠργμένην καὶ κτιστὴν εἶπέ ποτε; Τίνος δὲ καὶ αἱ ἀνωτάτω καὶ περὶ Θεὸν δυνάμεις μετέχουσαι κτιστοῦ εἰσι, καὶ σοφαὶ καὶ πάλαι καὶ ἀγαθαί εἰσις καὶ ζῶσι θείαν ζωήν Τί ταῦτα τῶν ἰδεῶν ἀποδέουσιν ἐκείνων, ἂς ὁ τοῦ Ἀρίστωνος Ἑλληνικῶς τε καὶ μυθικῶς ἀναπλάσας ἐξέθετο; μᾶλλον δ´ ἀκριβῶς γε σκοποῦντι καὶ χείρονα πολλῷ τῶν ἐκείνου τὰ διαθρυλλούμενα νῦν. Ἐκεῖνος μὲν γὰρ καὶ ὁ σὺν αὐτῷ τε καὶ μετ´ αὐτὸν Σταγειρίτης, καὶ ὅσοι δηλαδὴ τῆς στοᾶς, εἰ καὶ κατ´ ἄλλο πρὸς ἀλλήλους διαφέρονται περὶ τούτου, ἀλλ´ οὐδέποτε τὸ αὐτοὸν, ἢ τὴν αὐτοζωὴν, ἢ τὸ αὐτοφῶς ἔξωθεν ἔχειν τὸ εἶναι καὶ ζῇν καὶ φῶς εἶναι εἰρήκασιν· ἀλλ´ αὐτὰ ταῦτα καθ´ ἵααοξιν, εἰ καὶ κακῶς τε καὶ ἀθέως εἰπον εἶναι, ἅπερ καὶ λέγεται, καὶ μάλισθ´ ὁ προῤῥηθεὶς καθηγητὴς τῶν τοιούτων· καὶ τούτῳ διαφέρειν τῶν λεγομένων ὄντων τε καὶ ζώντων καὶ φωτεινῶν τὸ αὐτοὸν, καὶ τὴν αὐτοζωὴν, καὶ τὸ αὐτοφῶς, τῷ μὴ ἄλλο τι πρότερον ὄντα μεθεκτῶς ἑτέρωθεν ἔχειν τοῦθ´ ὅπερ λέγονται εἶναι, ἀλλ´ ἐκ τούτων μᾶλλον κατὰ μετοχήν ἔχειν τὰ ὄντα τὸ εἶναι, καὶ τὰ ζῶντα τὸ ζῆν καὶ τὰ φωτὸς δεκτικὰ τὸ φῶς. Ἀλλ´ ἀκούσωμεν αὖθις διὰ βραχέων καὶ τῶν ἐξῆς π ρὶ τούτων αὐτῶν τοῦ σοφοῦ φημι διδάσκαλοι λάγων.