Ancient Greek
588.1 to 588.7
Anonymi Logoi Duo, Λόγοι δύο 588.1-7
Unproofread scanNot analysed yet
ἰδόντες ἀλήθειαν, καὶ αὐτοῦ καταξιωθέντες τοῦ πάλαι προκηρυχθέντος ἀμυδρῶς παρ´ ἐκείνοις Πνεύματος, οὐδ´ αὐτῆς τῆς φωνῆς ἀκούυσι, μέγα τι καὶ διάτορον παρόντος καὶ περιηχοῦντος τοῦ Πνούματος, καὶ πυκνῶς τε καὶ σφοδρῶς τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐνηχοῦντος, ὥσπερ οἱ ἐν κατοχῇ τινι καὶ κάρῳ, ἢ καὶ ἰλιγγιῶντες καὶ ναυτιῶντες καὶ στρεφόμενοι τὸν ἐγκέφαλον. Τὸ γὰρ, Ἔως ἴδωσι, καθάπερ ἔφθην εἰπὼν, καὶ τὸ, εἶδον, πολλάκις ἀκούοντες, τῶν θείανν ἐκείνων φωνῶν καὶ τῶν ἤχοων ὑγιῶς αἰσθέσθαι τοπαάπ. ν οὐ δύναντοι, ἀλλ´ ἀντ´ ἐκείνων ἀμφισβητοῦντες μᾶλλον τὸ, Εἰ μὲν εἶδον, καὶ τὸ, Εἰ δὲ οὐκ οἷδον, γελοίως εἰσάγοναι, καίτοι γε τῶν ἱερῶν ἐκείναν φωνῶν οἱ εὐαγγελισταί τε καὶ κήρυκες, Χριστὸς δ´ αύτὸς εἰπεῖν οἰκειότερον μᾶλλον ὁ τούτων Δεσπότης τε καὶ διδασκάλῳ; ,οὐχ ὅτι γε μόνον εἶδον, ἀλλὰ καὶ πὸ τί εἶξον καθόσον οἷόν τε ἦν μαθεῖν ἐκείνοωυς τε καὶ ἡμάς τοὺς μετ´ ἐκείνους ἐδίδαβ Βαπλείαν καὶ γὰρ ἑαυτοῦ πε καὶ τοῦ ἰδίου Πατρὸς τὴν δόξον τῆς ἑαυτοῦ μεταμορφώαεως, καθάπερ ἣν κούσαμεν ἤδη, κροέφησε. Βασιλείαν δὲ Πατρὸς καὶ Υἱοῦ, ταυτὸ δ´ εἰπεῖν καὶ Δγέου Πνεύματος, κτιστὴν εἶναι καὶ ὑπὸ χρόνον, τίς ἂν εἶποι ποτὸ, μὴ καὶ τὸν ἔἱὸν αὐτὸν αὐν τῷ Πατρὶ καὶ τῷ Πνεύματι κτίσμα λέγων Ἑλληνικῶς καὶ ἀθέως; Ἀλλὰ καὶ ταῦθ´ οὗτως εἰπών τε καὶ διδάξας σαφῶς, οὐδὲ μέχρι τούτου τὴν περὶ τοῦ μυστηρίου διδασκαλθαν ἵστησι· μᾶλλον δὲ καὶ φθάσας ἄνωθεν ἀναργέστερον ὑποδείκνυσι, τίς ἡ ἐν δυνάμει ὀφθησομένη μετὰ μικρὸν τοῖς μαθηταῖς αὐτοῦ τε καὶ τοῦ Πατρὸς βασιλεία, καὶ τί τὸ καινόν γε καὶ ἄηθες τοῦ ῥάματος. Προειπὼν καὶ γὰρ τὰ περὶ τοῦ ἰδίου σταυροῦ καὶ τοῦ θανάτου τε καὶ τῆς ἀναστάσεως, καὶ τοὺς μαθητὰς ἐπὶ τὰ ἔσα δι´ ἑαυτοῦ προτρεψάμενος, καὶ δείξας ὡς οὐδὲν οὐδοπωστιοῦν ἄνθρωπος ὡφελεῖται, κἂν εἰ τὸν κόσμον ὅλον κερδήσῃ, ζημιωθεὶς τὴν ἰδίαν ψυχὴν, Οὐδὲ ἑστι τι τῶν πάντων, φησὶ, τοκαράπαν αὐτοῖς ἰσοστάσιον, μέμνηται ξυνημμένως τούτοις καὶ τῆς βασιλείας ἐαυτοῦ τε καὶ τοῦ Πατρὸς, μεθ´ ἦς ἐν τῷ μέλλοντι καθὸ Θεὸς ὑπ´ ἀγγέλοις προπομποῖς τε καὶ δορυφόροις ἐλεύσεται, τὰς καθηκούσας ἀμοιβὰς, καὶ τὴν τῶν ἐπάθλων διανομὴν τοῖς διαθλοῦσι ταυτὶ ποιησόμενος.