Ancient Greek
593.40 to 593.47
Anonymi Logoi Duo, Λόγοι δύο 593.40-47
Unproofread scanNot analysed yet
ἐπεὶ καὶ τούτων ὁμοῦ πάντων αὐτῷ προσῆκε, καὶ μόνος ἄξιος οὑτοσὶ ταῦτα καλεῖσθαι, ὕστερος μὲν ἐπὶ τὸ λέγειν ἐλθών, καὶ μετ´ ἐκείνους πάντας τῷ χρόνῳ, τὰ παρ´ ἐκείνων γε μὴν καὶ σπουδῇ, καὶ μελέτη, καὶ πείρᾳ, καὶ Πνεύματος ἀγίου δυνάμει συνειλοχὼς εἰς ἑαυτὸν πάντα, καὶ παντοδαπός τιι ἐξηγητὴς, καὶ θεολόγος καὶ στόμα κοινὸν ὡσανεὶ γεγονὼς τῶν τῆς σεπτῆς Ἐκκλησίας θεολόγων ὁμοῦ πάντων, ὃ δὴ καὶ πρὸτερον ἔφην, ὡς αὐτὰ ταῦτα μαρτυρεῖ τὰ ἐκείνου, λόγοι τέ φημι, καὶ μέλη, καὶ μέτρα, καὶ ἡ φιλόσοφος καὶ θεολόγος ἐκείνη μάλιστα βίβλος, μυστήριον εὐσεβείας ἄντικρυς, καὶ θείος λειμὼν καὶ παράδεισος, καὶ οὐρανὸς ἐπίγειος ἡμῖν πεφυκυῖα. Οὐδὲν οὖν ἀπεικὸς οὐδ´ ἔξω τοῦ σκοποῦ καὶ τποὰ προσήκοντος λόγου πάντως, εἰ καὶ ἡμεῖς τὰ παρ´ ἡμῶν αὐτῶν ὡς μάλιστα σιωπῶντες ἐνταῦθα, γυμνὰς αὐτὰς τὰς τῶν θεολόγων εἰσάγομεν ἐξηγήσεις, τὸς ἰσχυρὸν τε καὶ ἀξιόπιστον κατασκευάζοντες ἐντεῦθεν τῷ λόγῳ. Καίτοι γε εἰ καὶ βουλομένοις ἡμῖν αὐτοῖς λέγειν ἐξῆν τὰ παρ´ ἑαυτῶν δήπουθεν, οὐκ ἂν ἔξω τοῦ κατ´ αὐτοὺς πράγματος, οὐδὲ τῆς διδασκαλίας καὶ τῶν λόγων αὐτῶν εἴπομέν ποτε πόῤῥω. Τί γὰρ ἔχομεν, ὃ μὴ παρ´ ἐκείνων ἐλάβομεν; ἢ πῶς ἐροῦμεν, ἃ μὴ παρ´ αὐτῶν ἐκ πρώτης, ὅ φασι, τῆς τριχὸς καὶ εἰς τήνδε τὴν ἡλικίαν μαθόντες ἔχομεν; ἐκείνων καὶ γὰρ τὰ ἡμέτερα πάνοα, καὶ λόγοι, φησὶ, καὶ σοφία καὶ παίδευσις, εἴ γε καὶ σοφίας ἡμῖν ὅλως τι μέτεστι, καὶ ἀπλῶς πᾶν δ π´ τις ἂν φῇ τῶν τοιούτων, καὶ τούτους αὐτοὺς καὶ τὰ παρ´ αὐτῶν ὑπὲρ τὸν ἀέρα τουτονὶ σχεδὸν πλέομεν. Ἀλλ´ ἄμεινον ἐξ αὐτῶν ἐκείνων τῶν τε νοημάτων φημὶ, καὶ δὴ τῶν λέξεων, τούς τε παιδευομέννος ἡμᾶς ἀρτίως ταῦτα μανθάνειν, καὶ τοὺς ἀντιλέγοντας αὐθις ἐπιστομίζεσθαι. Ἡμεῖς δὲ, καθαπερεί τινες ὑπηρέται καὶ σκευοφόροι, κατὰ δύναμιν τάν