Ancient Greek
595.21 to 595.34
Anonymi Logoi Duo, Λόγοι δύο 595.21-34
Unproofread scanNot analysed yet
μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὸ μὲν γὰρ Μωϋσέως αἰσθητικώτερον ἦν· τοῦτο δὲ ἀσώματον. Καὶ καθάπερ πυραυγῆ σώματα, ἀπὸ τῶν λαμπρῶν σωμάτων ἐπὶ τὰ πλησίον ἀποῤῥέοντα, καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰκείας αὐγῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει. Διὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν οὐρανοῖς ἄνει ροπολοῦσινι ὅμοι καλόν ἐστιν ἐνταῦθα καὶ στενάξαι πικρὸν, ὅτι τοσαύτης ἀπολαύοντες εὐεργεσίας οὐδὲ τὰ λεγόμενα ἴσμεν, διὰ τὸ ταχέως ἀπολλύναι αὰ πράγματα, καὶ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι. Αὕτη γὰρ ήδόξα ἡ ἀπόῤῥητος καὶ φρικώδης μέχρι μὲν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει, λοιπὸν δὲ αὐτὴν κατασβέννυμεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμάτων, καὶ τῇ πυκνότητι τῶν νεφῶν ἀποκρουόμενοι τὰς ἀκτῖνας. Χειμὼν γὰρ τὰ βιωτικὰ, καὶ χειμῶνος σκυθρωπότερα. κουσας τῆς κοινῆς καὶ συμφώνου φιλοσοφίας τε καὶ θεολογίας ἐκ μέρους τῶν ἀποστολικῶν ἀνφυᾶ καὶ μαθόντων καὶ διδασκόντων· Μαθιτωσαν τοιγαροῦν σἱ καὶ νῦν επὶ κακῷ τῷ σφετέρῳ φιλονεικοῦντες, εἴγε μὴ συνέχουσι καὶ οὖτοι τὰ ὧοτα, κατὰ τὸν σοφὸν Γρηγόριον φάναι, καὶ θτι εἶδον ἐπὶ τοῦ ὄρους οἱ ἀπόστολοι ἐν Χριστῷ τὴν ἁπερφυᾷ τῆς θεότητος δόξαν αὐτοῦ. Καὶ γὰρ οὐκ ἀνθρωπείᾳ δυνάμει, οὐδὲ φυσικαῖς αἰσθήσεσιν, ἀλλὰ Πνεύματι θείῳ τὰ ὑπὲρ φύσιν εἶδον πρὸς τὴν αὐτοῦ χάριν ἀνακραθέντες, ἐπεὶ καὶ ἐν τούτῳ μόνῳ πέφυκε ταυτὶ καθορᾶσθαι. Καὶ διανοίξαντες πρὸς ταῦτα τὰ ὧτα, τὴν γλῶτταν συσχέτωσαν μᾶλλον, ὥστε διὰ μὲν ἐκείνων δεύεσθαι τὰ εἰρημένα καὶ κατανοεῖν τὰ ἀποκαλυφθέντα, καθά φησιν ὁ χρυσοῦς Ἰωάννης, τῇ δέ τῆς γλώττης σιγῇ μὴ πολυπραγμονεῖν τὰ σεσιγημένα, μηδὲ περιεργάζεσθαι τὰ συγκεκαλυμμένα· διὰ τοῦτο γὰρ, φησὶ, συγκεκάλυπται· μηδὲ τὴν τοῦ πῶς ἐν τοῖς ὑπὲρ ἀνθρωπείαν καὶ διάνοιαν καὶ γλῶτταν ἐρώτησιν παρεισάγειν, ἵνα μὴ τῆς πίστεως τελείως ἐκπέσωσι κατὰ τὸν χρυσοῦν διδάσκαλον αὖθις. Οὕτος καὶ γὰρ τὰ παρὰ Νικοδήμου πρὸς Χριστὸν διαπορούμενα πάλαι διεξιὼν, Διδάσκαλον αὐτὸν καλεῖς, φησὶ, καὶ ἀπὸ Θεοῦ ἐληλυθέναι λέγεις, καὶ οὐ δέγῃ τὰ λεγόμενα, ἀλλὰ τὴν πολλοὺς θορύβους ἐπεισάγουσαν λέξιν φθέγγῃ πρὸς τὸν διδάσκαλον Τὸ φὰρ πῶς τοῦτο τῶν οὐ σφόδρα πιστευόντων ἐστὶν ἐπαπόρησις, τῶν ἀπὸ γῆς ὄντων ἔτι.