Ancient Greek
596.16 to 596.28
Anonymi Logoi Duo, Λόγοι δύο 596.16-28
Unproofread scanNot analysed yet
Τί δὲ τῶν ἐκείνου μαθητῶν ὁ χορός; Οὐ καθαπερεί τινες στασιασταὶ καὶ λυμεῶνες, καὶ φθάροι διὰ τὸ θεῖον πανταχόθεν ἠλαύνοντο κήρυγμα, καθ´ ἡμέραν αὡς εἰπεῖν ἀποθνήσκοντες; Δ τὴν οἰκουμένην καὶ γὰρ, φησὶν, ἀναστατώσαντες καὶ ἐνθάδε κάρεισι. Καίτοι γε ἐξῆν αὐτοῖς σιωπῶσι τὸν λόγον, εἴπερ ἐβούλοντο, καὶ τὰ ἴδια πράττουσιν εἰρηνικὸν ἔλκειν βίον. Ἀλλ´ ἀνθεῖλκον ἐκείνους μᾶλλρν οἱ τοῦ Χριστοῦ λόγοι, Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑχᾶς ὡς ἄρνας ὀν μέσῳ λύκων, εἰπόνοος· καὶ αὔθις· Ὅστις οὐκ ἔχει, φησὶ, μάναιοαν. πωλήσῃ τὸ ἱμότιρν μὐτοῦ καὶ ἀγοράσῃ, τοὺς ἐκδεξομένους αὐτοὺς ἀγῶνας καὶ πολέμους αἰνιττόμενος· καὶ ὡς οὐ μόνον οὐκ ἀναδύεσθαι οὐδὲ δραπετεύειν ἐκείνους δεῖ, ἀλλὰ καὶ παρασκευάζεσθαι πόῤῥωθεν καὶ προμελετᾷν τὸν ἀγῶνα, ἂ δὴ καὶ ἐπὶ τῶν ἔργων ὕστερον, καθάπερ ἴσμεν, ἐκ πολλοῦ τοῦ περιόντος ἐξέβο. Οό μὴν ἀλλὰ καὶ ἀνδροφόνοι καὶ λῃσταὶ, καὶ ἀλλήλοις ἐπὶ κακῷ, καὶ εἰρηνεύουσιν, ἁς καὶ προκινδυνεύειν ἀλλήλων ἐν τῳ τοῦ καιροῦ παραστάντι. Οἷς ἄμεινον ἂν ἦν, οὐδ´ ὄσον ἄν τις καὶ φήσαι, εἱ τὴν ἐπαινουμένην διάστασιν εἴλοντο ἀντὶ τῆς κάκιστ´ ἀπολουμένης ἐκείνης εἰρήνης. Ἀλλ´ ἕνα τούτους τέως ἀφέντες, ἐπὶ τὰ οἰκειότερά πως καὶ ξυγγενῆ τοῖς προκειμένοις τὸν λόγον ἐνέγκωμεν, οὐχ οἱ τὰ Ἀρείου πάλαι πρεσβεύοντες καὶ κατὰ τῆς δόξης ἱστάμενοι τοῦ Μονογενοῦς, μετὰ τὴν ἧτταν ἑαυτῶν καὶ τὴν τῆς εὐσεβείας λαμπρὰν ἀνακήρυξιν, τῇ τοῦ ὁμοουσίου διανοίᾳ τε καὶ φωνῇ λαμπρῶς πολεμοῦντες ταύτην μόνην ἐξελεῖν ἡμᾶς στοῦ τῆς πίστεως κακῶς ἐζήτουν συμβόλου, κἀντεῦβεν συμφωνεῖν ἐκείνους ἡμῖν κατὰ πάντα, καὶ τὸν οἰκουμενικὸν παύσααθαι πόλεμον, καὶ πᾶσαν τκκλησίαν ἄγειν εἰρήνην; Οἱ δὲ τὴν Μακεδονίου κατὰ τῆς θεότητος τοῦ προσκυνητοῦ Πνεόματος διαδεξάμενοι λύτταν οὐ μετὰ τοὺς μακροὺς ἐκείνους κατὰ τῶν εὐσεβῶν ἀγῶνας καὶ ἂρόμους, τέλλα παραιτησάμενοι τέως, τὴν Θεὸς μόνην φωνὴν ἐζήτουν ἐκ μέσου γενέσθαι, τὸ ἄγραφον ταύτης καὶ ἄηθες δῆθεν ἐπὶ τοῦ Πνεύματος καὶ οὖτοι προβαλλόμενοι κατὰ τοὺς προτέρους;