Ancient Greek
597.1 to 597.9
Anonymi Logoi Duo, Λόγοι δύο 597.1-9
Unproofread scanNot analysed yet
ὰποκηρύξασαν τὰ τοῦ Νεστορίου, οἱ Χαλκηδονῖται γοῦν, ἔλεγον καὶ ἐκεῖνοι, πρώην μὲν δύο τοῦ παρ´ αὐτοῖς ἑνὸς Υἱοῦ ἔλεγον ἐνεργείας, ὡς δὲ καὶ θελήματα πρὸς ταύταις διπλᾶ· εἶτα πρὸ ὁλίγου μεταβαλόντες ἀθρόοι, μίαν ἔφασκον ἐνέργειάν τε καὶ βέλησιν ἐκεῖνον κεκτῆσθαι. Νῦν δ´ αἰφνίδιον ἀπολωλεκότες καὶ ἄμφω, οὔτε δύο λέγεσθαι παρ´ οὐτινοσοῦν τῶν ἐν αὐτοῖς συγχωροῦσι τοπαράπαν ἔχειν ἐκεῖνον, ἀλλ´ οὐδεμίαν Καὶ ταῦτα μὲν ἐκεῖνοι τότε οἱ κακοὶ τῶν ἐκ διαμέτρου κακῶν δικαίως καταγελῶντες· σκοπεῖτε δὲ μὴ καὶ νῦν αὐτοὶ, καίτοι γε μὴ κατ´ ἐκείνους κακοὶ πεφηνότες, ἐπὶ τὸν ἴσον γέλωτα καὶ τὴν καταδίκην τοὺς προστάτας προκαλεῖσθε τοῦ ὁρθοῦ λόγου, σιωπᾶσθαι παραινοῦντες ὡσαύτως κατὰ ταυτὸ καὶ ταῦτα κἀκεῖνα. Τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὡς οἱ πλεῖστοι τῶν ἀντικειμένων τῷ καθ´ ἡμᾶς εὐσεβεῖ λόγῳ οὐ δυσσεβεῖς μόνον, ἀλλὰ καὶ ἀσεβεῖς φημι, ῥᾳδίως ἂν ἡμῖν ἐσπείσαντο καὶ πρὸς ὁμόνοιαν ἦλθον, εἰ σιωπῶντας ἡμᾶς μόνον ἔσχον, οὐ τὸ πᾶν Εὐαγγέλιον, οὐδὲ τὰς δογματικὰς φωνάς φημι πάσας; Ἔπιτα τί καὶ ποιήσομεν τοῖς ἱεροῖς ἐκείνοις μελῳδοῖς τε καὶ θεολόγοις τοῦ μυστηρίου, πόῤῥωθεν ἡμᾶς πρὸς τὴν τελετήν καὶ τὴν λαμπρότητα καὶ τὴν κοινωνίαν τοῦ μεγάλου φωτὸς ἐκείνου λαμπρᾷ τῇ φωνῇ καλοῦσιν, οὐ τὴν διὰ λόγων φημὶ μόνον καὶ τῶν θεσπεσίων ᾠδῶν καὶ ὕμνων ἐκείνων, ἀλλὰ καὶ τὴν τούτων ὑψηλοτέραν ἔτι καὶ μείζω, τὴν δι´ αὐτῶν φημι τῶν πραγμάτων; Ὁ μὲν γὰρ, ἔνθεν ἡμᾶς συγκαλούμενος πρὸς τὴν νοητὴν ἄνοδον τοῦ τῆς δεσποτικῆς μεταμορφώσεως ὄρους, Δεῦτε ἀναβῶμεν, φησὶν, εἰς τὸ ὄρος Κυρίου, καὶ θεασώμεθα τὴν δόξαν τῆς μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ Πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας· ὡς ἐντεῦθεν προσγινο μένου μάλιστα καὶ τοῦ καθαρῶς σὺν τοῖς αὐλοῖς ἀγγέλοις Θεὸν ἀκαταπαύστως ὑμνεῖν, ἔν γε τοῖς ἀπεράντοις ἐκείνοις αἰῶσιν·