Ancient Greek
598.16 to 598.20
Anonymi Logoi Duo, Λόγοι δύο 598.16-20
Unproofread scanNot analysed yet
Ὑφορῶμαι δὲ πρὸς τούτοις οὐχ ἧττον καὶ τὸν τὸ δεσποτικὸν κατορύξαντα τάλαντον, καὶ τὴν ἐκείνου φοβερὰν καταδίκην. Ἔθει καὶ γάρ σε, φησί, πονηρὲ δοῦλε καὶ ὀκνηρέ, βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὸ, ἐκομισάμην ἂν τὸ ἐμὸν σὸν τόκῳ. Ἀργύριον δ´ ἔγωγε τὸ τὴν βασιλικὴν ἄντικρυς φέρον εἰκόνα, τοὺς εὐαγγελικούς τε καὶ δεσποτικοὺς φαίην ἂν λόγους, τοὺς τὴν ἄῤῥητον ἡμῖν ἐκείνου μεταμόρφωσιν ὑπογράφοντας, τοῦ τὴν Κἀνθρωπείαν οὐσίαν ἐν ἑαυτῷ δεδειχότος τὸ ἀρχέτυπον κάλλος τῆς θείας εἰκόνος ἀναλαβοῦσαν, τοῦ μεταστοιχειώσαντος αὐτὴν εἰς τὴν τῆς αὐτοῦ θεότητος λαμπρότητά τε καὶ δόξαν, τὸ ἀπρόσιτον καὶ ἀναλλοίωτον καὶ ἀίδιον καὶ ἀνέσπερον καὶ φυσικὸν ἐκείνου φῶς τὸ θεουργῆσαν τὴν ἡμῶν φύσιν κατὰ τοὺς ἱεροὺς θεολόγους, ὑπὲρ οὐ πρᾶξις πᾶσα Χριστοῦ καὶ ἄπαν μυστήριον, ὃ δὴ καὶ δόξαν αὐτὸς καὶ βασιλείαν ἑαυτοῦ τε καὶ τοῦ Πατρὸς φθάσας ἐδίδαξεν· οὐδὲ γὰρ παύσομαί ποτε ταῦτα καὶ τὰ τοιαῦτα καὶ λέγων καὶ γράφων, καὶ λαμπρόν τε καὶ διαπρύσιον ἀνακηρύττων τοῖς ἐγγύς τε καὶ τοῖς μακρὰν πᾶσιν, εἰ καὶ στόμα μοι ἓν καὶ γλῶττα κατὰ φύσιν πρόσεστι μία, τῷ βουλομένῳ μοι τῆς ψυχῆς καὶ τῆ προθυμίᾳ ταύτης πρὸς ὑπηρεσίαν οὐκ ἐξαρκοῦντα τοῦ λόγου. Σκοπῶ δὲ πρὸς τοῖς εἰρημένοις κἀκεῖνο, ὃ