Ancient Greek
Section 20
Anonymi Medici Med., De generatione et semine 20
Not analysed yet
Καὶ εἰ μὲν ἡ γονὴ εἰς δύο κόλπους τῆς μήτρας ἐμπέσῃ, δίδυμα ἔσονται τὰ παιδία, καὶ εἰ μὲν ἐν τοῖς δεξιοῖς τῆς ὑστέρας ἐμπέσῃ ἄρρενα τὰ δύο. εἰ δὲ ἐν τοῖς ἀριστεροῖς θηλέα τὰ δύο. ὡσαύτως καὶ τρία καὶ τέσσαρα παιδία γίνονται, ὅταν ἡ γονὴ ἐμπέσῃ εἰς τεσσάρους κόλπους τῆς μήτρας.