Ancient Greek
Section 24
Anonymi Medici Med., De generatione et semine 24
Not analysed yet
Εἰσὶ δὲ ἐν ἡμῖν ὀστέα 𐅹κθ. οὕτως ἡ κεφαλὴ ἔχει ῥαφὰς ε. ἔστι δὲ καὶ μονόραφος κεφαλὴ καὶ ἄραφον (ἀνου̣) κράνιον, ἔστι δὲ τοῦτο ὑγιῆ. ὀδόντες λβʹ. σιαγόνες βʹ. ἔχει ἡ ῥάχη σπονδύλους κδʹ ἀπὸ κεφαλῆς μέχρι τοῦ ἱεροῦ ὀστέου. εἰσὶ δὲ καὶ πλευρὰ κδʹ, κατακλεῖδες βʹ, ὦμοι βʹ, πλάτες βʹ, βραχίονες βʹ, πήχεις καὶ καρκίδες βʹ, τοῦ καρποῦ ὀστέα ηʹ, τοῦ μεσοκάρπου δʹ. σύγκεινται δὲ οἱ δάκτυλοι εἷς ἕκαστος ἐκ γʹ σκυταλίδων, μόνον δὲ οὐ ἀντίχειρος.